Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα, καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσι πλείστοις κυκλόθεν ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ,

ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ καὶ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· στολῇ

ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῳ κόκκῳ,

ἔργῳ τεχνίτου,

λίθοις πολυτελέσι γλύμμασι σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατὰ ἀριθμὸν υἱῶν ᾿Ισραήλ·

στέφανον χρυσοῦν ἐπάνω κηδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργα ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα.

πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα, καὶ ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενής, πλὴν τῶν υἱῶν αὐτοῦ μόνον, καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός.

θυσίαι αὐτῶν ὁλοκαρπωθήσονται καθ’ ἡμέραν ἐνδελεχῶς δίς.