Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐπλήρωσε Μώσης τὰς χεῖρας αὐτοῦ, καὶ ἔχρισεν αὐτὸν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην [*](185 2) αἰῶνος, καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέρᾳ οὐρανοῦ,

λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν, καὶ εὐλογεῖν τὸν λαὸν ἐν τῷ ὀνόματι αὐτοῦ.

ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος, προσαγαγεῖν κάρπωσιν κυρίῳ·

θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ.

ἔδωκεν αὐτῷ ἐντολὰς αὐτοῦ, ἐξουσίαν ἐν διαθήκαις κριμάτων, διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια, καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι τὸν ᾿Ισραήλ.

ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ,

ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ.

εἶδε κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν ἐν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτούς·

καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·

ἀπαρχὴν πρωτογενημάτων ἐμέρισεν αὐτῷ,

ἐν ἐν πρώτοις ἡτοίμασεν ἐν πλησμονῇ· [*](12 Cod. σφραγῖδος 13 Cod. διαπαντός 1 4 Cod. καθημέραν)

63
καὶ γὰρ θυσίας Κυρίου φάγωνται,