Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πολλοὶ ἐδέθησαν χάριν χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν·

ξύλον προσκόμματός ἐστι τοῖς θυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.

μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος, καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη. τίς ἔστιν οὗτος;

καὶ μακαριοῦμεν αὐτόν, ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ.

τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη ; καὶ ἔσται εἰς καύχημα.

τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακίαν καὶ οὐκ ἐποίησε ;

διὰ τοῦτο στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.

ἐπὶ τραπέζης μεγάλης καθίσας, μὴ ἀνοίξῃς φάρυγγά σου ἐπ’ αὐτῆς· καὶ μὴ εἴπῃς· πολλά γε τὰ ἐπ’ αὐτῆς· μνήσθητι ὅτι κακὸν [*](1751) ὀφθαλμὸς πονηρός·

πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται,. διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.

46

οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.

νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ ῥήματι διανοοῦ.

φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασῶ, μὴ μισηθῇς·