Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔγειρον θυμὸν καὶ ἔκχεε ὀργήν,

ἔπαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν.

σπεῦσον καιρὸν καὶ μνήσθητι ὀργῆς, καὶ ἐκδιηγησάσθωσάν σοι τὰ θαυμάσιά σου.

ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.

σύντριψον κεφαλὰς ἀρχόντων ἐθνῶν, λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν.

συνάγαγε πάσας φυλὰς ᾿Ιακώβ.

λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασι τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται. ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, [*]((ΧΧΧΙ)) καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον·

μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνος.

ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τρυφημάτων αὐτοῦ·

ἑ κοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῆ ἀναπαύσει αὐτοῦ ἐπιδεὴς γίνεται.

ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν οὗτος πλησθήσεται.