Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ [*](164 1) εὑρεθήσεται χάρις.

στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ.

ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.

πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.

μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῆ μειδιάσει.

ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία, καὶ ὡς χλιδῶν ἐπὶ βραχίονος δεξιοῦ.

ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπ’ αὐτοῦ.

ἄφρων ἀπὸ θύρας παρακύψει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται.

ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίαν.

χείλη πολυλάλων τὰ οὐκ αὐτῶν διηγήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται.

ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, ἐν δὲ καρδίᾳ σοφῶν τὸ στόμα αὐτῶν.

ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν, αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν.

μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψίθυρος, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται.

λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ ἀτιμίᾳ αὐτοῦ.

βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.

αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται.

θυγάτηρ φρόνιμος κληρονομήσει ἀνδρὸς αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·

πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων

29
ἀτιμασθήσεται.

μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν καιρῷ σοφίας.

τέκνα ἐν ἀγαθῇ ζωῇ τὴν τροφὴν ἔχοντα τῶν ἰδίων γεννητόρων κρύψουσι δυσγένειαν·

[*](164 2)