Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐργάτης μέθυσος οὐ πλουτισθήσεται· καὶ ὁ ἐξουδενῶν τὰ ὀλίγα, κατὰ μικρὸν πεσεῖται.

οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρὸς ἔσται.

σῆτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ξηρανθήσεται ἐν παραδειγματισμῷ μείζονι.

ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.

ὁ εὐφραινόμενος ἐπὶ κακοεξίᾳ καταγνωσθήσεται, ὁ δὲ ἀντοΦθαλμῶν ἡδοναῖς στεφανοῖ τὴν ζωὴν αὐτοῦ.

ὁ ἐγκρατευόμενος γλώσση ἀμάχῳ συμβιώσεται, καὶ ὁ μισῶν λαλιὰν ἐλαττοῦται κακίᾳ.

μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι ἔσται ἐν ἐλαττώσει.

ἐν φίλῳ καὶ ἐχθρῷ, μὴ διηγοῦ βίους ἀλλοτρίους, καὶ εἰ μή σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε·

ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισεῖ σε.

ἀκήκοας λόγον; συναποθανέτω σοι· καὶ εὐθαρσὴς γίνου, οὐ γὰρ μή σε ῥήξῃ.

ἀπὸ προσώπου λόγου ὀνειδίσει

25
μωρός, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.

βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.

ἔλεγξον φίλον, μήποτε οὐκ ἑ ποίησε, καὶ εἰ ἐποίησε, μήποτε προσθῇ.