Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι ἐγκρατείᾳ, καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.

μὴ ἐμποδίσῃς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι·

πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν· καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.

μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.

24

μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου.

ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ταῦτά ἐστὶ ταχινὰ ἔναντι κυρίου.

καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπ’ ὁ πλημμελείας, καὶ ἄφρων οὐ συντηρήσει καιρόν.

πᾶς συνετὸς ἔγνω σοφίαν καὶ παιδείαν· καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν·

συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο, καὶ ἀνώμβρισαν παροιμίας ἀκριβεῖς εἰς ζωήν.

κρείσσων παρρησία ἐν δεσπότη μόνῳ· εἴπερ νεκρὰ καρδία νεκρῷ ἀντέχεσθαι.

[*](161 2)

Ἐγκράτεια ψυχῆς.

ὀπίσω τῶν ἐπιθυμιῶν σου μή πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου.

ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου ἐπιθυμίαν εὐδοκίας αὐτῆς, ποιήσεις ἐπίχαρμα τῶν ἐχθρῶν σου οἳ βασκανοῦσί σε.

μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ σου, μηδὲ προσδεήθῃς συμβουλῆς αὐτῆς·

μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοι ἐστὶν ἐν μαρσιππίῳ· ἔσῃ γὰρ ἐπίβουλος τῆς ἰδίας ζωῆς λαλητός.