Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί, καὶ ἐὰν ὑστερήσῃς, καταθλίψει σε.

καὶ ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει.

χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε, καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλά· καὶ ἐρεῖ· τίς ἡ χρεία σου;

καὶ αἰσχυνεῖ σε τοῖς βρώμασιν αὐτοῦ,

ἕως οὗ ἀποκενώσει σε δὶς ἢ τρίς, καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου·

καὶ μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ

17
κινήσει ἐπί σοι.

πρόσεχε μὴ ἀποπλανηθῇς τῆ διανοίᾳ, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ καρδίας σου.

προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τοσούτῳ μᾶλλόν σε προσκαλέσεται πλεονάζων·

μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς ἀκρίτως, καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.

μὴ ἔπεχε εἰσηγορεῖσθαι μετ’ αὐτοῦ, καὶ μὴ πιστεύσης τοῖς πλείοσι λόγοις αὐτοῦ.

ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει τὰ κρυπτά σου.

ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως σου καὶ δεσμῶν.

συντήρησον καὶ πρόσεχε σφοδρῶς τοῦ ἀκούειν, ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.

ἀκούων ταῦτα ἐν ὕπνῳ σου γρηγόρησον [*](157 1) πάσῃ ζωῇ. ἀγάπα τὸν κύριον καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου.