Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε.

μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μήποτε ποτε καταστρέψας σε στῆ ἐπὶ τὸν τόπον σου·

μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου λαβεῖν, καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.

τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον· καὶ πάντας τοὺς προσάγοντας θηρίοις;

οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.

ὥραν μετά σου διαμενεῖ ἐν στάσει δικαίᾳ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ.

καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀναστρέψαι σε εἰς βόθρον·

ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει, καὶ ἐὰν εὕρῃ καιρὸν οὐκ ἐμ. πλησθήσεται ἀφ’ αἵματος· κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερόν σου ἐκεῖ, καὶ ὡς ἄνθρωπος βοηθῶν [*](156 2) ὑποσχάσει πτέρναν σου·

τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσί, καὶ πολλὰ διαψιθυριεῖ καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ.

ὁ ἁπτόμενος πίσσης μολυνθήσεται ἐν αὐτῇ, καὶ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ.

βάρος ὑπέρ σε μὴ ἄρῃς ἐν ζωῇ σου, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει.

τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὐτὴ προσκρούσει, καὶ αὐτὴ συντ ριβήσεται.

πλούσιος ἠδίκησε, καὶ αὐτοῦ προσδεηθήσονται. πτωχὸς ἠδίκησε, καὶ αὐτὸς προσαπειληθήσεται.