Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μια δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
  1. διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·
  2. ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.
  1. προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων,
  2. καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
  1. οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,
  2. ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
  3. καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
  1. ὑπέρ ὑγείαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν,
  2. καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν,
  3. ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.