Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς.
  2. καὶ ἀναρίθμητος πλοῦτος ἐν ταῖς χερσὶν αὐτῆς·.
  1. εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία,
  2. ἠγνόουν δὲ αὐτὴν γένεσιν εἶναι τούτων.
  1. ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι.
  2. τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
  1. ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,
  2. ὃν οἱ χρησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν,
  3. διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.
  1. ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην
  2. καὶ ἐνθυμηθῆναι άξίως τῶν δεδομένων.
  3. ὅτι αὐνὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν
  4. καὶ τῶν σοφῶν διορθωτής.