Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐν σπαργάνοις ἀνετράφην καὶ ἐν φροντίσιν.
  1. οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχεν γενέσεως ἀρχήν·
  1. μια δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση.
  1. διὰ τοῦτο εὐξάμην, καὶ φρόνησις ἐδόθη μοι·
  2. ἐπεκαλεσάμην, καὶ ἦλθέν μοι πνεῦμα σοφίας.
  1. προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων,
  2. καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς·
  1. οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον,
  2. ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη,
  3. καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς·
  1. ὑπέρ ὑγείαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν,
  2. καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν,
  3. ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος.
  1. ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς.
  2. καὶ ἀναρίθμητος πλοῦτος ἐν ταῖς χερσὶν αὐτῆς·.
  1. εὐφράνθην δὲ ἐπὶ πάντων, ὅτι αὐτῶν ἡγεῖται σοφία,
  2. ἠγνόουν δὲ αὐτὴν γένεσιν εἶναι τούτων.
  1. ἀδόλως τε ἔμαθον, ἀφθόνως τε μεταδίδωμι.
  2. τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι·
  1. ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις,
  2. ὃν οἱ χρησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν,
  3. διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες.
  1. ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην
  2. καὶ ἐνθυμηθῆναι άξίως τῶν δεδομένων.
  3. ὅτι αὐνὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν
  4. καὶ τῶν σοφῶν διορθωτής.
[*](2 υπνου U+05D0 3 κατεπεσα U+05D0 | πασιν] απασι U+05D0 | om ισα U+05D0 4 ανε- U+05D0A στραφην A | om εν 2⁰ U+05D0A 5 βασιλεων A 6 βιον] κοσμον U+05D0 7 ηυξαμην U+05D0A 9 αυτη] αυτην A | ψαμμος] pr ως U+05D0c α 10 υγειαν (-γιαν B*U+05D0)] υγιειαν Bᵃ?ᵇA | προειλαμην A 11 αγαθα] αγα U+05D0* + θα U+05D0?iam ante c.a mg | ταις χερσιν] om ταις BᵃᵇA χειρι U+05D0 12 ηυφρανθην A | παντων] πασιν U+05D0Α | ηγνοουν] ηγνοων U+05D0c.a vid (bostea ras ω) | γενεσιν] γενετιν A 13 τε 1⁰] δε Μ | αφθονως τε] φθονως τε sup ras A 14 εστιν θησαυρὸς U+05D0 | χρησαμενοι] κτησαμενοι U+05D0c.a vid (superscr κ) A | παιδιας U+05D0A 15 δεδομενων] λεγομενων U+05D0A)
616
[*](Β)
  1. ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν.
  2. πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη.
  1. αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ,
  2. εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν.στοιχείων,
  1. ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων,
  2. τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν.
  1. ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις.
  1. φύσεις ζώων καὶ θυμοὺς θηρίων,
  2. πνευμάτῳν βίας καὶ διαλογισμοὺς ἀνθρώπων,
  3. διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν.
  1. ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων·
  1. ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία.
  2. Ἔοτιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον,
  3. μονογενές, πολυμερές, λεπτόν,
  4. εὐκίνητον, τρανόν, ἀμόλυντον,
  5. σαφές, ἀπήμαντον, φιλάγαθον, ὀξύ,
  6. ἀκώλυτον, εὐεργετικόν,
  1. φιλάνθραοπον,
  2. βέβαιον, ἀσφαλές, ἀμέριμνον.
  3. παντοδύυαμον, πανεπίσκοπον,
  4. καὶ διὰ πάντων χωροῦν πνευμάτων
  5. νοερῶν καθαρῶν λεπτοτάτων.