Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,
  2. ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.
  1. οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
  2. καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
  1. ἐπιθυμήσατε οὗν τῶν λόγων μου,
  2. ποθήσατε καὶ παιδευθήσεσθε.
  1. Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία,
  2. καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·
[*](23 πασαν BᵃᵇU+05D0A | κακοπραγεια Β*A (-για BᵇU+05D0) V 1 1 βασιλευς U+05D0* U+05D0A ( λεις U+05D0c.a⁽ᵛid)c. c) 2 oχλους U+05D0* ( λοις U+05D0c.a) 3 του κυριου] om του A | δυναστια U+05D0A | εξετασει] εξεται U+05D0 | διεραυνησει (διερευν. ΒᵃᵇA] εξεραυνησει U+05D0* (εξερευν. U+05D0c.c) 5 υπερεχουσι U+05D0 6 συγγνωστος] ευγνωστος U+05D0* συγν. (sic) U+05D0c.aA | ελεου A 7 προνοειται U+05D0 8 επιστατοι B | ρευνα BᵃᵇU+05D0A 10 τα οσια οσιως U+05D0* (οσιως τα οσια U+05D0c.a ᵃ) 12 αυτην] + rαι ευρισκεται υπο των ζητουντων αυτην BᵃᵇᵐᵍU+05D0A)
614
[*](B)
  1. φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
  1. ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει,
  2. πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
  1. τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης,
  2. καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
  1. ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα,
  2. καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς,
  3. καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.
  1. ἀρχὴ γὰρ αὐτῆς ἡ ἀληθεστάτη παιδείας ἐπιθυμία,
  1. φροντὶς δὲ παιδείας ἀγάπη,
  2. ἀγάπη δὲ τήρησις νόμων αὐτῆς,
  3. προσοχὴ δέ νόμων βεβαίωσις ἀφθαρσίας,
  1. ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦἐπιθυμία
  1. ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
  1. εἰ οὖν ἥδεσθε ἐπὶ θρόνοις καὶ σκήπτροις, τύραννοι λαῶν,
  2. τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε.
  1. τί δέ ἐστιν σοφία καὶ πῶς ἐγένετο ἀπαγγελῶ,
  2. καὶ οὐκ ἀποκρύψω ὑμῖν μυστήρια,
  3. ἀλλὰ ἀπʼ ἀρχῆς γενέσεως ἐξιχνιάσω
  4. καὶ θήσω εἰς τὸ ἐμφανές τὴν γνῶσιν αὐτῆς,
  5. καὶ οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν·
  1. οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσαα,
  2. ὅτι οὗτος οὐ κοινανήσει σοφίᾳ.
  1. πλῆθος δὲ σοφῶν σαντηρία κόσμου,
  2. καὶ βασιλεὺς φρόνιμος εὐσταθίᾳ δήμου.
  1. ὥστε παιδεύεσθε τοῖς ῥήμασίν μου, καὶ ὠφεληθήσεσθε.
  1. Εἰμὶ μέν κἀγὼ θνητὸς ἴσος ἄπασιν,
  2. καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου·
  3. καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
[*](U+05D0Α)[*](13 επιθυμουντας] + αυτην U+05D0 14 επ] προς A | πυλων] πλουτων U+05D0* (πυλ. U+05D0c.a ᵃ) 15 περι αυτης ενθυμηθηναι U+05D0 16 om αυτη U+05D0 | υπαντα] απαστα U+05D0A 17 η αληθ.] η ras et iam antea improb | παιδιας U+05D0 (item 18, U+05D0A) 18 αγαπη 1°] επιθυμμα U+05D0* (αγ. U+05D01) | τηρησεις | αφθαρσμω U+05D0* (-σιας U+05D0c.a) 20 επιθυμιας U+05D0* (-μια U+05D0c.a) | αρα] γαρ U+05D0 br γ A? | om σοφιας U+05D0* (hab U+05D0c.a) | αναγει] αναιρει U+05D0* (αναγ. U+05D0c.a) 22 τις U+05D0* (τι U+05D0c.a) | αποκρυφω] απογρ. (nisi αποπρ.) U+05D0* (αποκρ. U+05D0c.a) 23 κοινωνει A 34 ευ- σταθεια A VII 1 θνητος] + ανος (superscr) BᵃᵇA | απογονον U+05D0* (-νος U+05D0c.a))
615
  1. δεκαμηνιαίῃ χρόνῳ, παγεὶς ἐν αἵματι
  2. [*](B)
  3. ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης·
  1. καὶ ἐγὼ δέ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα,
  2. καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν,
  3. πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων·