Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν,
- συνεκπολεμήσει δέ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
- πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
- καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν
- ἁλοῦνται,
- καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι
- ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης,
- ποταμοὶ δὲ συνκλύσουσιν ἀποτόμαας·
- ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεος,
- καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς· [*](U+05D0A)[*](12 διοδον] οδον U+05D0* (διοδ. U+05D0c.a) 13 γεννηθεντες U+05D0A | εξελειπομεν 14 κα ως μνεια] ως μνιον U+05D0* η ως μνια U+05D0c.a | μονημερου U+05D0 | παρωδευσεν] ι δευσεν U+05D0* (παρωδ. U+05D0c.a) 16 ευπρεπιας U+05D0 | τη δεξια] δεξια κυ | υ ρασπιει] υπερασπιρει (.πιει U+05D0c ᵃ) | ουτων] αυτου U+05D0* (-των U+05D0c.a 17 ζηλος U+05D0* (τον ζηλον U+05D0c.a) | οπλοποιγσει] οδοποιησει U+05D0* (οπλ. U+05D0c ᵃ) 18 - καιοσυνης U+05D0 20 συνπολεμησει U+05D0 | om δε 2⁰ A 21 νεφων] νεφελω 22 om και U+05D0* (hab U+05D0c.a) | πληρης U+05D0 | δε| τε U+05D0* (δε U+05D0c.a) | συγκλυσουσιν συνκλυουσιν A 23 εκλιμμησει A)
- καὶ ἐρημώσει πᾶσα τὴν γῆν ἀνομία,
- καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
613
- Ἀκούσατε οὗν, βασιλεῖς, καὶ σύνετε·
- μάθετε, δικασταὶ περάτων γῆς·
- ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους
- καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν.
- ὅτι ἐδόθη παρὰ τοῦ κυρίου ἡ κράτησις ὑμῖν.
- καὶ ἡ δυναστεία παρὰ Ὑψίστου,
- ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διεραυνήσει·
- ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας οὐκ ἐκρίνατε ὀρθῶς,
- οὐδὲ ἐφυλάξατε νόμον,
- οὐδὲ κατὰ τὴν βουλὴν τοῦ θεοῦ ἐπορεύθητε
- φρικτῶς καὶ ταχέως ἐπιστήσεται ὑμῖν,
- ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσιν γίνεται.
- ὁ γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους,
- δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·
- οὐ γὰρ ὑποστελεῖται πρόσωπον ὁ πάντων δεσπότης,
- οὐδὲ ἐντραπήσεται μέγεθος·
- ὅτι μικρὸν καὶ μέγαν αὐτὸς ἐποίησεν,
- ὁμοίως τε προνοεῖ περὶ πάντων·
- τοῖς δὲ κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔραυνᾷ.
- πρὸς ὑμᾶς οὖν, ὦ τύραννοι, οἱ λόγοι μου,
- ἴνα μάθητε σοφίαν καὶ μὴ παραπέσητε.
- οἱ γὰρ φυλάξαντες ὁσίως τὰ ὅσια ὁσιωθήσονται,
- καὶ οἱ διδαχθέντες αὐτὰ εὑρήσουσιν ἀπολογίαν.
- ἐπιθυμήσατε οὗν τῶν λόγων μου,
- ποθήσατε καὶ παιδευθήσεσθε.
- Λαμπρὰ καὶ ἀμάραντός ἐστιν ἡ σοφία,
- καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν·
614
[*](B)- φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι.
- ὁ ὀρθρίσας ἐπʼ αὐτὴν οὐ κοπιάσει,
- πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ.
- τὸ γὰρ ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης,
- καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος ἔσται·
- ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα,
- καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς,
- καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντῶ αὐτοῖς.