Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Τότε στήσεται ἐν παρρησίὰ πολλῇ ὁ δίκαιος
  2. καπὰ πρόσωπον τῶν θλιψάντων αὐτὸ
[*](U+05D0A)[*](11 κακω] pr η U+05D0 | om αυτου 1U+05D0*(hab U+05D0c.a) | απατησει U+05D0 12 νεια Bᵇ | μεταλλεοει] adnot ἀναπκάπτει έξορύπσει Bᵃᵐg inf 14 ην (revoc ην U+05D0c.a) | ποηρμειας B* (-ριας Bᵇ) | λαοι αλλοι A* (λα sup ra ειδοντες U+05D0 15 om εν 1⁰ U+05D0 | εκλεκτοις] οπιος A | οσιας] εκλπ 16 καμων B*ᵇU+05D0] θανων Bb? A | νεοτητος Α | om ταχεως U+05D0* (ha) 17 ησφαλισα U+05D0 18 οψονται]+ αυτον U+05D0* (improb αυτ.U+05D01) + χαρ εξονθεοηπονσν] + ανταυς U+05D0* (om) αυτονς U+05D0c ᵃ 19 om δι Α | (πρηνις U+05D0* -νεις U+05D0c.c πρννες A*vid ras ν 2° A?)] +(nisi pοtius adn προσωπον Bᵃmg | εσχατων A 20 δειλοι] δηλοι U+05D0c.a))
611
  1. καὶ τῶν ἀθετούυτων τοὺς πόνους αὐτοῦ.
[*](B)
  1. ἰδόντες ταραχθήσονται φόβῳ δπινῷ,
  2. καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας·
  1. ἐροῦσιν ἐν ἑαυτοῖς μετανοοῦντες,
  2. καὶ διὰ στενοχωρίαν πνεύματος στενάξονται
  3. Ὀὓτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα
  1. καὶ εἰς παραβολὴν ὀνειδισμοῦ, ⁴οἱ ἄφρονες·
  2. τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν
  3. καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον·
  1. πῶς κατελογίσθη ἐν υἱοῖς θεοῦ,
  2. καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν;
  1. ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας,
  2. καὶ τὸ τῆς δικαρσύνης φῶς οὐκ ἔλαμψεν ἡμῖν.
  3. καὶ ὁ ἥλιος οὐκ ἀνέτεθλεν ἡμῖν·
  1. ἀνομίας ἐνεπλήσθημεν τρίβοις καὶ ἀπωλείας,
  2. καὶ διωδεύσαμεν ἐρήμους ἀβάτους,
  3. τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.
  1. τί ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία;
  2. καὶ τί πλοῦτος μετὰ ἀλαζονίας συμβέβληται ἡμῖν;
  1. παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ
  2. καὶ ὡς ἀγγελία παρατρέχουσα·
  1. ὼς ναῦς διερχομένη κυμαινόμενον ὕδωρ,
  2. ἧς διαβάσης οὐκ ἔστιν ἴχνος εὑρεῖν,
  3. οὐδὲ ἀτραπὸν τρόπιος αὐτῆς ἐν κύμασιν·
  1. ἡ ὡς ὀρνέου διιπτάντος ἀέρα
  2. οὐθὲν εὑρίσκεται τεκμήριον πορείας,
  3. πληγῇ δέ μαστιζόμενον ταρσῶν πνεῦμα κοῦφον
  4. καὶ σχιζόμενον βἰᾳ ῥοἰζου.
  5. κινουμένων πτερύγων διωδεύθη,
  6. καὶ μετὰ τοῦτο οὐχ εὑρέθη σημεῖον ἐπιβάσεως ἐν αὐτῷ·
  1. ἢ ὡς βέλους βληθέντος ἐπὶ σκοπὸν
  2. [*](V 2 σωτηριας] +αυτου U+05D0 3 ερουσσ] pr και A | om εν U+05D0* (hab U+05D0c.a) | U+05D0A τεναξονται] στεναξουσῖ| U+05D0 + οι και ερουσιν U+05D0* + και ερουσιν U+05D0c ᵃA 4 στι- αν U+05D0* (-μον U+05D0c.a) 6 αληθιας U+05D0A | ελαμψεν] επελαμψεν U+05D0 | ημιν 1⁰] pr A 7 απωλιας U+05D0 | διωδευσαμεν] ωδευσαμεν A | εγνωμεν] επεγνωμεν U+05D0 και] η A | αλαζονειας Bᵃᵇ | συνβεβληται U+05D0 9 αγγελεια B* (-λια Bᵇ) ) ως] pr η U+05D0c.a | τροπιος (-πίας U+05D0* .πεως U+05D0c.a A)] τριβῳν Bᵇ 11 δια- τανταα BᵃᵇU+05D0A | πορειας] πονηριας U+05D0* (ποριας U+05D0c.a) | ταρσων μαστιζομενον |ᵃU+05D0A | εν αυτω] αυτου U+05D0* (εν αυτ. U+05D0c.a ᵃ))
    612
    [*](Β)
  3. τμηθεὶς ὁ ἀὴρ εὐθέως εἰς ἑαυτὸν ἀνελύθη,
  4. ὡς ἀγνοῆσαι τὴν δίδον αὐτοῦ·
  1. οὕτως καὶ ἡμεῖς γενηθέντες ἐξελίπομεν,
  2. καὶ ἀρετῆς μὲν σημεῖον οὐδὲν ἔσχομεν δεῖξαι,
  3. ἐν δέ τῇ κακίᾳ ἡμῶν κατεδαπανήθημεν.
  1. ὅτι ἐλπὶς ἀσεβοῦς ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου,
  2. καὶ ὡς πάχνη ὑπὸ λαίλαπος διωχθεῖσα λεπτή,
  3. καὶ ὡς καπνὸς ὑπὸ ἀνέμου διεχύθη,
  4. καὶ ὡς μνεία καταλύτου μονοημέρου παρώδευσεν.
  1. δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσιν,
  2. καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν,
  3. καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
  1. διὰ τοῦτο λήμψονται τὸ βασίλειον τῆς εὐπρεπείας
  2. καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου,
  3. ὅτι τῇ δεξιἄ σκεπάσει αὐτούς,
  4. καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
  1. λήμψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ,
  2. καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· |
  1. ἐνδύσεται θώρακα δικαιοσύνην,
  2. καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον·
  1. λήμψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα,