Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Εἶπον γὰρ ἐν ἑαυτοῖς λογισάμενοι οὐκ ὁρθῶς
- Ολίγος ἐστὶν καὶ λυπηρὸς ὁ βίος ἡμῶν,
- καὶ οὐκ ἔστιν ἴασις ἐν τελευτῇ ἀνθρώπου,
- καὶ οὐκ ἐγνώσθη ὁ ἀναλύσας ἐξ ᾅδου
- ὅτι αὐτοσχεδίως ἐγενήθημεν,
- καὶ μετὰ τοῦτο ἐσόμεθα ὡς οὐχ ὑπάρξαντες·
- ὅτι καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν,
- καὶ ὁ λόγος σπινθὴρ ἐν κινήσει καρδίας ἡμῶν,
- οἶ πβεσθέντος τέφρα ἀποβήσεται τὸ σῶμα, [*](9 αυτου U+05D0 10 ους] ου U+05D0* (ς ins U+05D0¹) 11 λαθραιον (-θρεο) U+05D0A Bᵃ? | κενον] καινον U+05D0Α | om ου πορ. U+05D0 (hab U+05D0c.a) 12 pr εν A 13 απωλεια (-λια U+05D0)] αγγελεια A 14 εκτισεν γαρ εις) εκτισεν εις U+05D0 (improb ου γαρ, εις U+05D0¹) | ειναι] ειν sup ras B¹ frot | γεν ουτε] ουδε A | γης] pr της A 16 προσεκαλεσατο B*ᵛⁱᵈ (-σαν) II 2 εγεννηθημεν BᵃᵇbabU+05D0A | υπαρξαντες] υπαρχοντες U+05D01?a⁽ᵛιᵈ) | ε2 ν ρισ U+05D0* (η πν. εν ρ. Bᵃ) 3 σβενθεντος U+05D0 σβενσθ. A)
- καὶ τὸ πνεῦμα δαχυθήσεται ὡς χαῦνος ἀὴρ.
606
[*](B)- καὶ τὸ ὄνομα ἡμῶν ἐπιλησθήσεται ἐν χρόνᾳῃ,
- καὶ οὐθεὶς μνημονεύσει τῶν ἔργων ἡμῶν·
- καὶ παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης,
- καὶ ὡς ὁμίχλη διασκεδασθήσεται
- διωχθεῖσα ὑπὸ ἀκτίνων ἡλίου
- καὶ ὑπὸ θερμότητος αὐτοῦ βαρυνθεῖσα.
- σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν.
- καὶ οὐκ ἔστιν ἀναποδισμὸς τῆς τελευτῆς ἡμῶν,
- ὅτι κατεσφραγίσθη, καὶ οὐδεὶς ἀναστρέφει.
- δεῦτε οὖν καὶ ἀπολαύσωμεν τῶν ὄντων ἀγαθῶν,
- καὶ χρησώμεθα τῇ κτίσει ὡς νεότητι σπουδαίως·
- οἴνου πολυτελοῦς καὶ μύρσων πλησθῶμεν,
- καὶ μὴ παροδευσάτω ἡμᾶς ἄνθος ἀέρος·
- στεψώμεθα ῥόδων κάλυξιν πρὶν ἢ μαρανθῆναι
- μηδεὶς ἡμῶν ἄμοιρος ἔστω τῆς ἡμετέρας ἀγερωχίας,
- πανταχῇ καταλίπωμεν σύμβολα τῆς εὐφροσύνης,
- ὅτι αὕτη ἡ μερὶς ἡμῶν καὶ ὁ κλῆρος οὗτος.
- καταδυναστεύσωμεν πένητα δίκαιον,
- μὴ φεισώμεθα χήρας.
- μηδέ πρεσβύτου ἐντραπῶμεν πολιὰς πολυχρονίους·
- ἔτῶ δὲ ἡμῶυ ἡ ἰσχὺς νόμος τῆς δικαιοσύνης,
- τὸ γὰρ ἀσθενές ἄχρηστον ἐλέγχεται.
- ἐνεδρεύσαομεν δὲ τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν,
- καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν,
- καὶ ὀνειδίζει ἡμῖν ἁμαρτῆματα νόμου,
- καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν·
- ἐπαγγέλλεται γνῶσιν ἔχειν θεοῦ,
- καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει·
- ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν·
- βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος.
607
- ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, [*](B)
- καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ·
- εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,
- καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν·
- μακαρίζει ἔσχατα δικαίων,
- καὶ ἀλαζονεύεται πατέρα θεόν.
- ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς,
- καὶ πειράσαωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ.
- εἰ γάρ ἐστίν ὁ δίκαιος υἱὸς θεοῦ, ἀντιλήμψεται αὐτοῦ,
- καὶ ῥύσεται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων.
- ὕβρει καὶ βασάνῳ ἐτάσαωμεν αὐτόν,
- ἴνα γνῶμεν τὴν ἐπιεικίαν αὐτοῦ
- καὶ δικάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ·
- ανάτῳ ἀσχήμονι καταδικάσαωμεν αὐτόν,
- ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.