Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ΑΓΑΠΗΣΑΤΕ δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν·
  2. φρονήσατε περὶ τοῦ κυρίου ἐν ἀγαθότητι,
  3. καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν.
  1. ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν,
  2. ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ·
  1. σκολοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ θεοῦ,
  2. δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας.
  1. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία,
  2. οὐδὲ κατοικήσει ἐν σώματι καταχρἐῳ ἁμαρτίας.
  1. ἅγιον γὰρ πνεῦμα παιδεἰας φεύξεται δόλον,
  2. καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων,
  3. καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
  1. φιλάνθρωπον γὰρ πνεῦμα σοφία,
  2. καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χελέων αὐτοῦὅτι
  3. τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ θεός,
  4. καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς
  5. καὶ τῆς γλώσσης ἀκουστής·
  1. ὅτι πνεῦμα Κυρίου πεπλήρωκεν τὴν οἰκουμένην,
  2. καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς.
  1. δμὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ,
  2. οὐδὲ μὴν παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δἰκη.
[*](U+05D0A Ιnscr σοφια Σαλωμωνος B* σ. Σαλωμων B σ. Σολομωντος U+05D0 . Σολομων· τος A 1 2 απιστουσιν] πιστευουσιον A 4 τε] δε U+05D0 5 παι δειας (-διας U+05D0)] σοφίας A | απαναστησεται] αποστησεται ᵍᵈ ¹ |6 σοφία A | αθοωσει B* (αθωωσ. Bᵇ) U+05D0A | επισκοπος] σκοπος sup ras Aa | γλωσσης + αυτου A 7 πεπληρωκεν] επληρωσεν A 8 μην] μη U+05D0Α | παρο- δευσι U+05D0?)
605
  1. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται,
  2. όγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἤξει
  3. εἰς λεγχον ἀνομημάτων αὐτοῦ·
  1. ὅτι ὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα,
  2. καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
  1. φυλάξασθε τοίνυν γογγυσμὸν ἀνωφελῆ,
  2. καὶ ἀπὸ καταλαλιᾶς φείσασθε γλώσσης·
  3. ὅτι φθέγμα λαθραῖον κενὸν οὐ πορεύσεται,
  4. στόμα δὲ καταψευδόμενον ἀναιρεῖ ψυχήν.
  1. μὴ ζηλοῦτε θάνατον ἐν πλάνῃ ζωῆς ὑμῶν,
  2. μηδὲ ἐπισπᾶσθε ὄλεθρον ἔργοις χειρῶν ὑμῶν·
  1. ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίγῳεν,
  2. οὐδὲ τέρπεται ἐπʼ ἀπωλείᾳ ζώντων·
  1. ἔκτισεν γὰρ εἰς τὸ εἶναι τὰ πάντα,
  2. καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου,
  3. καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου,
  4. οδτε Μδοὺ βασίλειον ἐπὶ γῆς·
  1. δικαιοσύνη γὰρ ἀθάνατός ἐστιν·
  2. ἀσεβεῖς δὲ ταῖς χερσὶν καὶ τοῖς λόγοις προσεκαλέσαντο α
  3. φίλον ἡγησάμενοι αὐτὸν ἐτάκησάν,
  4. καὶ συνθήκην ἔθεντο πρὸς αὐτόν,
  5. ὅτι ἰξιοί εἰσιν τῆς ἐκείνου μερίδος εἶναι