Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον,
- ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι
- τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.
- Εἶτ᾿ οὐκ ἤρκεσεν τὸ πλανᾶσθαι περὶ τὴν τοῦ θεοῦ γνῶσιν,
- ἀλλὰ καὶ μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ
- τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν.
- ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια
- ἢ ἐμμανεῖς ἐξάλλων θεσμῶν κώμους ἄγοντες,
- οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν,
- ἕτερος δʼ ἕτερον ἢ λοχῶν ἀναιρεῖ, ἢ νοθεύαων ὀδυνᾶ.
- πάντα δʼ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος,
- φθορά, ἀπιστία, τάραχος. ἐπιορκία, [*](U+05D0AC)[*](15 τοτε] ποτε A | ετιμησαν B | τελευτας A* (ras υ A?) 16 ειτα] ειτ A | εθος] εθνος U+05D0* (ras ν U+05D0?) | νομον U+05D0* (νομος U+05D01c.a) 17 ως παροντα τον αποντα U+05D0 | κολακευωσι κολακευσωσιν A | της σπουδης] om της A 18 θρη- σκιας U+05D0A 19 οι μεν U+05D0* (ras ι U+05D0?) | κρατουντι] pr τω B (Mai) 20 ευ- χαρες AC 21 ενεδρα U+05D0* (-δρον U+05D0c.a) | περιεθεσαν] περιεθηκαν U+05D0c.a C 22 ειτα Bᵃᵇ | ηρκεσεν] +αυτοις Aa | το πλανασθαι] om το U+05D0 | μεγαλω] μεγαλως U+05D0* εν μεγαλω U+05D0c.aAC | αγνοιας] incep ανν A* vid 24 δ] δε U+05D0AC | λοχων] λοχευων U+05D0c.a 25 δ] δε U+05D0A | επιμιξ εχει] επιμιξιν εχει U+05D0* επιμιξιαν U+05D0c.a | εφιορκια C)
- θ6ορυβος ἀγαθῶν,
631
- χάριτος ἀμνησία,
- ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή,
- γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια.
- ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία
- παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
- ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν, ἢ προφητεύουσιν ψευδῆ.
- ἢ ζῶσιν ἀδίκως, ἢ ἐπιορκοῦσιν ταχέως·
- ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις
- — κακῶς ὀμόσαντες ἀδικηθῆναι οὐ προσδέχονται.
- ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια,
- ὅτι κακῶς ἐφρόνησαν περὶ θεοῦ προσχόντες εἰδώλοις,
- καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος.
- οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις,
- ἀλλ᾿ ἡ τῶν ἁμαρτανόντων δίκη
- ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν
- Σὺ δὲ ὁ θεὸς ἡμῶν χρηστὸς καὶ ἀληθής,
- μακρόθυμος καὶ ἐλέει διοικῶν τὰ πάντα.
- καὶ γὰρ ἐὰν ἁμάρτωμεν, σοί ἐσμεν, εἰδότες σου τὸ κράτος·
- οὐχ ἁμαρτησόμεθα, εἰδότες ὅτι σοὶ λελογίσμεθα.
- τὸ γὰρ ἐπίστασθαί σε ὁλόκληρος δικαιοσύνη,
- καὶ εἰδέναι σου τὸ κράτος ῥίζα ἀθανασίας.
- οὔτε γὰρ ἐπλάνησεν ἡμᾶς ἀνθρώπων κακότεχνος ἐπίνοια,
- οὐδὲ σκιαγράφων πόνος ἄκαρπος,
- εἶδος σπιλωθὲν χρώμασιν διηλλαγμένοις·
- ὧν ὄψις ἄφροσιν εἰς ὄνειδος ἔρχεται,
- ποθεῖ τε νεκρᾶς εἰκόνος εἶδος ἄπνουν.
- κακῶν ἐρασταὶ ἄξιοί τε τοιούτων ἐλπίδων
- καὶ οἱ δρῶντες καὶ οἱ ποθοῦυτες καὶ οἱ σεβόμενοι.
632
[*](B)- Καὶ γὰρ κεραμεὺς ἁπαλὴν γῆν θλίων ἐπίμοχθον
- πλάσσει πρὸς ὑπηρεσίαν ἡμῶν ἕκαστου·
- ἀλλʼ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἀνεπλάσατο
- τά τε τῶν καθαρῶν ἔργων δοῦλα σκεύη
- τά τε ἐναντία, πάνθʼ ὁμοίως·
- τούτων δέ ἑτέρου τίς ἑκάστου ἐστὶν ἡ χρῆσις,
- κριτὴς ὁ πηλουργός·
- καὶ κακόμοχθος θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ,
- ὃς πρὸ μικροῦ ἐκ γῆς γενηθεὶς
- μετʼ ὀλίγον πορεύεται ἐξ ἧς ἐλήμφθη.
- τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς χρέος.
- ἀλλ᾿ ἔστιν αὐτῷ φροντὶς οὐχ ὅτι μέλλει κάμνειν,
- οὐδʼ ὅτι βραχυτελῆ βίον ἔχει.
- ἀλλʼ ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις.
- χαλκοπλάστας τε μιμεῖται,
- καὶ δόξαν ἡγεῖται ὅτι κίβδηλα πλάσσει.