Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- σ ποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτοῦ,
- πηλοῦ τε ἀτιμότερος ὁ βίος αὐτοῦ,
- ὅτι ἠγνόησεν τὸν πλάσαντα αὐτὸν
- καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῖσαν
- καὶ ἐμφυσήσαντα πνεῦμα ζωτικόν·
- ἀλλ᾿ ἐλογίσατο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν
- καὶ τὸν βίον πανηγυρισμὸν ἐπικερδῆ,
- δεῖν γάρ φησιν ὅθεν δὴ κἂν ἐκ κακοῦ πορίζειν.
- οὗτος γὰρ παρὰ πάντας οἶδεν ὅτι ἁμαρτάνει,
- ὕλης γεώδους εὔθραυστα σκεύη καὶ γλυπτὰ δημιουργῶν.
- πάντες δὲ ἀφρονέστατοι καὶ τάλανες ὑπέρ ψυχὴν νηπίου,
- οἱ ἐχθροὶ τοῦ λαοῦ σου οἱ καταδυναστεύσαντες αὐτόν.
633
- ὅτι καὶ πάντα τὰ εἴδωλα τῶν ἐθνῶν ἐλογίσαντο θεούς,
- οἶς οὔτε ὀμμάτων χρῆσις εἰς ὄρασιν,
- οὔτε ῥῖνες εἰς συνολκὴν ἀέρος,
- οδτε ὤτα ἀκούειν,
- οὔτε δάκτυλοι χειρῶν εἰς ψηλάφησιν,
- καὶ οἱ πόδες αὐτῶν ἀργοὶ πρὸς ἐπίβασιν.
- ἄνθρωπος γὰρ ἐποίησεν αὐτούς,
- καὶ τὸ πνεῦμα δεδανισμένος ἔπλασεν αὐτούς·
- οὐδεὶς γὰρ αὐτῷ ὅμοιον ἄνθρωπος ἰσχύει πλάσαι θεόν·
- θνητὸς δὲ ὢν νεκρὸν ἐργάζεται χερσὶν ἀνόμοις·
- κρείττων γάρ ἐστιν τῶν σεβασμάτων αὐτοῦ,
- ὧν αὐτὸς μέν ἔζησεν, ἐκεῖνα δὲ οὐδέποτε.
- Καὶ τὰ ζῷα δὲ τὰ ἔχθιστα σέβονται·
- ἀνοίᾳ γὰρ συγκρινόμενα τῶν ἄλλων ἐστὶ χείρονα.
- οὐδ᾿ ὅσον ἐπιποθῆσαι ὡς ἐν ζῴων ὄψει καλὰ τυγχάνει,
- ἐκπέφευγεν δέ καὶ τὸν τοῦ θεοῦ ἔπαινον κοίτὴν εὐλογίαν οὐ
- διὰ τοῦτο δι᾿ ὁμοίων ἐκολάσθησαν ἀξίως,
- καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν.
- ἀνθʼ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου,
- εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν,
- τροφὴν ἡτοίμασας ὀρτυγομήτραν.
- ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν
- διὰ τὴν δειχθεῖσαν τῶν ἐπαπεσταλμένων
- καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται,
- αὐτοὶ δὲ ἐπʼ ὀλίγον ἐνδεεῖς γενόμενοι
- καὶ ξένης μετάσχωσι γεύσεως.
- ἔδει γὰρ ἐκείνοις ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσ
- τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζο
634
[*](Β)- καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμός,
- δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων,
- οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου·
- εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν,
- σου.
- σύμβολον ἔχοντες σωτηρίας, εἰς ἀνάμνησιν ἐντολῆς νόμου
- ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσώζετο,
- ἀλλὰ διὰ σέ, τὸν πάντων σωτῆρα.
- καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν,
- ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ·
- οὓς μέν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα,
- καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν,
- ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι·
- τοὺς δὲ υἱοὺς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες,
- τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς.