Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. καὶ τοῦτο ἐγένετο τῷ βίῳ εἰς ἔνεδρον,
  2. ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύσαντες ἄνθρωποι
  3. τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ ξύλοις περιέθεσαν.
  1. Εἶτ᾿ οὐκ ἤρκεσεν τὸ πλανᾶσθαι περὶ τὴν τοῦ θεοῦ γνῶσιν,
  2. ἀλλὰ καὶ μεγάλῳ ζῶντες ἀγνοίας πολέμῳ
  3. τὰ τοσαῦτα κακὰ εἰρήνην προσαγορεύουσιν.
  1. ἢ γὰρ τεκνοφόνους τελετὰς ἢ κρύφια μυστήρια
  2. ἢ ἐμμανεῖς ἐξάλλων θεσμῶν κώμους ἄγοντες,
  1. οὔτε βίους οὔτε γάμους καθαροὺς ἔτι φυλάσσουσιν,
  2. ἕτερος δʼ ἕτερον ἢ λοχῶν ἀναιρεῖ, ἢ νοθεύαων ὀδυνᾶ.
  1. πάντα δʼ ἐπιμὶξ ἔχει αἷμα καὶ φόνος, κλοπὴ καὶ δόλος,
  2. φθορά, ἀπιστία, τάραχος. ἐπιορκία,
  3. [*](U+05D0AC)[*](15 τοτε] ποτε A | ετιμησαν B | τελευτας A* (ras υ A?) 16 ειτα] ειτ A | εθος] εθνος U+05D0* (ras ν U+05D0?) | νομον U+05D0* (νομος U+05D01c.a) 17 ως παροντα τον αποντα U+05D0 | κολακευωσι κολακευσωσιν A | της σπουδης] om της A 18 θρη- σκιας U+05D0A 19 οι μεν U+05D0* (ras ι U+05D0?) | κρατουντι] pr τω B (Mai) 20 ευ- χαρες AC 21 ενεδρα U+05D0* (-δρον U+05D0c.a) | περιεθεσαν] περιεθηκαν U+05D0c.a C 22 ειτα Bᵃᵇ | ηρκεσεν] +αυτοις Aa | το πλανασθαι] om το U+05D0 | μεγαλω] μεγαλως U+05D0* εν μεγαλω U+05D0c.aAC | αγνοιας] incep ανν A* vid 24 δ] δε U+05D0AC | λοχων] λοχευων U+05D0c.a 25 δ] δε U+05D0A | επιμιξ εχει] επιμιξιν εχει U+05D0* επιμιξιαν U+05D0c.a | εφιορκια C)
    631
  4. θ6ορυβος ἀγαθῶν,
  1. χάριτος ἀμνησία,
  2. ψυχῶν μιασμός, γενέσεως ἐναλλαγή,
  3. γάμων ἀταξία, μοιχεία καὶ ἀσέλγεια.
  1. ἡ γὰρ τῶν ἀνωνύμων εἰδώλων θρησκεία
  2. παντὸς ἀρχὴ κακοῦ καὶ αἰτία καὶ πέρας ἐστίν·
  1. ἢ γὰρ εὐφραινόμενοι μεμήνασιν, ἢ προφητεύουσιν ψευδῆ.
  2. ἢ ζῶσιν ἀδίκως, ἢ ἐπιορκοῦσιν ταχέως·
  1. ἀψύχοις γὰρ πεποιθότες εἰδώλοις
  2. — κακῶς ὀμόσαντες ἀδικηθῆναι οὐ προσδέχονται.
  1. ἀμφότερα δὲ αὐτοὺς μετελεύσεται τὰ δίκαια,
  2. ὅτι κακῶς ἐφρόνησαν περὶ θεοῦ προσχόντες εἰδώλοις,
  3. καὶ ἀδίκως ὤμοσαν ἐν δόλῳ καταφρονήσαντες ὁσιότητος.
  1. οὐ γὰρ ἡ τῶν ὀμνυμένων δύναμις,
  2. ἀλλ᾿ ἡ τῶν ἁμαρτανόντων δίκη
  3. ἐπεξέρχεται ἀεὶ τὴν τῶν ἀδίκων παράβασιν