Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ γὰρ τὸ πραχθὲν σὺν τῷ δράσαντι κολασθήσεται.
- διὰ τοῦτο καὶ ἐν εἰδώλοις ἐθνῶν ἐπισκοπὴ ἔσται,
- ὅτι ἐν κτίσματι θεοῦ εἰς βδέλυγμα ἐγενήθησαν
- καὶ εἰς σκάνδαλα ψυχαῖς ἀνθρώπων
- καὶ εἰς παγίδα ποσὶν ἀφρόνων.
- Ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων, εὑρέσεις δὲ αὐτῶν φθορὰ
- ξωῆς.
- οὔτε γὰρ ἦν ἀπʼ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται·
- κενοδοξίᾳ γὰρ ἀνθρώπων εἰσῆλθεν εἰς κόσμον.
- καὶ διὰ τοῦτο σύντομον αὐτῶν τέλος ἐπενοήθη.
630
[*](B)- ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ
- τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας
- τὸν τότε νεκρὸν ἄνθρωπον νῦν ὡς θεὸν ἐτίμησεν,
- καὶ παρέδωκεν τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετάς·
- εἶτα ἐν χρόνῳ κρατυνθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος ἐφυλάχθη,
- καὶ τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά·
- οὓς ἐν ὄψει μὴ δυνάμενοι τιμᾷν ἄνθρωποι διὰ τὸ μακρὰν
- οἰκεῖν,
- τὴν πόρρωθεν ὄψιν ἀνατυπωσάμενοι,
- ἐμφανῆ εἰκόνα τοῦ τιμωμένου βασιλέως ἐποίησαν,
- ἵνα τὸν ἀπόντα ὡς παρόντα κολακεύωσιν διὰ τῆς σπουδῆς.
- εἰς ἐπίτασιν δὲ θρησκείας καὶ τοὺς ἀγνοοῦντας
- ἡ τοῦ τεχνίτου προετρέψατο φιλοτιμία.
- §C §19ὁ μὲν γὰρ τάχα κρατοῦντι βουλόμενος ἀρέσαι
- ἐξεβιάσατο τῇ τέχνῃ τὴν ὁμοιότητα ἐπὶ τὸ κάλλιον·
- τὸ δὲ πλῆθος ἐφελκόμενον διὰ τὸ εὔχαρι τῆς ἐργασίας
- τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν σέβασμα
- ἐλογισαντο.