Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Μάταιοι μέν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν θεοῦ
- ἀγνωσία,
- καὶ ἐκ τῶν ὁραωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα,
- οὔτε τοῖς ἔργοις προσχόντες ἐπέγνωσαν τὸν τεχνίτην·
- ἀλλ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα
- ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ
- ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν.
- ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι θεοὺς ὑπελάμβανον,
- γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων·
- ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά.
- εἰ δὲ δυνάμει καὶ ἐνεργείᾳ ἐκπλαγέντες,
- νοησάτωσαν ἀπʼ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνα-
- τώτερός ἐστιν·
- ἐκ γὰρ μεγέθους καλλονῆς καὶ κτισμάτων
- ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.
- ἀλλʼ ὅμως ἐπὶ τούτοις ἐστὶν μέμψις ὀλίγη,
- καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται
- θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν·
- ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διεραυνῶσιν,
- καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα.
- πάλιν δʼ οὐδʼ αὐτοὶ συνγνωστοί·
- εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι
- ἴνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα,
- τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον;
- Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν,
- οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπωον, [*](27 ιδοντες] + δε U+05D0 | ειδεναι (ιδ. A)] om U+05D0 | αυτους] αυτον U+05D0* αυτων U+05D0c.a U+05D0A XIII 1 om μεν U+05D0* (hab U+05D0c.a) | φυσι ανθρωποι U+05D0 | ιδεναι A | ουτε] ουδε U+05D0 | προσχοντες] προσεχοντες U+05D0Α | επεγνωσαν] εγνωσαν U+05D0 2 αστερων U+05D0c.a | πρυτανις U+05D0 3 θεους] ταυθ U+05D0* τουθ᾿ U+05D0c.a pr ταυτα A | εστιν U+05D0 | βελτειω B* (-τιω Bᵇ) βελτειον U+05D0* (-τειων U+05D0c.aᵃ) | καλλους] κοσμου U+05D0c.a 4 ει δε] om δε U+05D0* εις δε U+05D0c.a A | δυναμν U+05D0A | ενεργειαν U+05D0 (-γιαν) A | εκπλαγεντες] pr και U+05D0* (om και U+05D0c.a) 5 καλλονης και] και καλλ. U+05D0c.a om και A | ο γενεσιουργος bis scr U+05D0* (improb 2⁰ U+05D0c.a) 6 επι] ετι A | μεμψις εστιν A 7 διερευνωσιν BᵃᵇU+05D0c.a A 8 ουδ] ουδε A | συγγνωστοι Bᵇ συγνωστοι A 9 ιδεναι A)
- χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελέτημα,
- καὶ ἀπεικάσματα ζῴων,
- ἢ λίθον ἄχρηστον. χειρὸς ἔργον ἀρχαίας.
628
[*](B)- εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας
- περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ,
- καὶ τεχνησάμενος εὐπρεπῶς
- κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς,
- τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας
- ἐνεπλήσθη·
- τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον,
- ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός,
- λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ,
- καὶ ἐμπειρίᾳ ἀνέσεως ἐτύπωσεν αὐτό,
- ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου,
- ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτό,
- καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ,
- καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας,
- καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα,
- ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ.
- ἵνα μέν οὗν μὴ καταπέσῃ προενόησεν αὐτοῦ,
- εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι,
- καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας.
- περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος
- οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν·
- καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται,
- περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ,
- περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει,
- περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον,
- περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας
- τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.