Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι,
  2. ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρῖψαι
  1. κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, ¶ ¶C
  2. οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
  3. καὶ ἔμφυτος ἡ κακία αὐτῶν,
  4. καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα,
  1. σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς·
  2. οὐδὲ εὐλαβούμενός τινα ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
  1. τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
  2. τίς δὲ ἐκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας;
  3. ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν-
  4. θρώπων;
  1. οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
  2. ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας·
  1. οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν
  2. ἐκόλασας.
  1. δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις,
  2. αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι
  3. ἀλλότριον ἡυούμενος τῆς σῆς δυνάμεως.
  1. ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή,
  2. καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεῖ
[*](5 εκ μεσου] ἐκ μύσου Ba εμμεσω C | μυστας θιασου U+05D0c.a A (θειασου)] U+05D0AC μυστα θειασου B* μύστας τε θείας σου Ba mg inf vid μυστα θιασου U+05D0* μυστα θιασου C 6 αυθεντας] λυθεντας C | εβουληθης] εαν βουληθης U+05D0* (εβουλ. U+05D0c.a) 7 ινα] κατα U+05D0* (ινα U+05D0c.a) | αξια C | om η U+05D0* (hab U+05D0c.a) | πασων] παντων U+05D0c.a 8 τους στρατοπεδους BU+05D0 | εξολοθρευσωσιν BᵇU+05D0 9 δου- ναι]) διδοναι U+05D0 10 κρινων] κεινων U+05D0* (κριν. U+05D0c.a) | δε] γαρ U+05D0* (δε U+05D0c.a) | om οτι 2° U+05D0* (hab U+05D0c.a) 11 κεκατηραμενον U+05D0 12 ενκαλεσει U+05D0 εγκαλεσαι A | ελευσεται σοι U+05D0 13 δειξης] ς ras U+05D0c.a rursus inst U+05D0c.a 15 τα παντα δικαιως U+05D0* (δικ. τα παντα U+05D0c.a) | οφειλοντα (οφιλ. U+05D0Α) κο- λασθηναι (pr λ U+05D0* improb U+05D0¹ postea ras)] τα κολα sup ras Aa | ηγουμενον U+05D0* (-νος U+05D0c.a) 16 φειδεσθαι] +σε U+05D0c.aA)
626
[*](B)
  1. ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι,
  2. καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις·
  1. σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις.
  2. καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς·
  3. πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι.
  1. ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων,
  2. ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθραωπον·
  3. καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου,
  4. ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν.
  1. εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ
  2. μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ δεήσεως,
  3. δοὺς χρόνους καὶ τόπον δι᾿ ὧν ἀπαλλαγῶσι τῆς κακίας,
  1. μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου,
  2. ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν
  3. ὑποσχέσεων;
  1. ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι
  2. μάστγοῖς,
  3. ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες,
  4. κρινόμενοι δὲ προσδοκπῶμεν ἔλεος.
  1. ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους
  2. διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων.
  1. καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν,
  2. θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν ἐχθρῶν ἄτιμα,
  3. νηπίων δίκην ἀφρόνων ψευσθέντες.
  1. διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις
  2. τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας·
  1. οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες
  2. ἀξίαν θεοῦ κρίσιν πειράσουσιν.
  1. ἐφ᾿ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν,
  2. ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς, ἐν αὐτοῖς κολαζόμενοι,
  3. [*](U+05D0A)[*](17 ισχυς U+05D0* (ισχυν U+05D0c.a) | ενδεικνυς U+05D0* (-σαι U+05D0c.a) | απστουμενος] pr ο U+05D0* (om ο U+05D0c.a) pr οτι A | ειδοσι] σε ειδοσιν U+05D0* ειδ. σου U+05D0c.a ουκ ειδοσι A | θρασος] κρατος U+05D0c.a | εξελεγχεται U+05D0* (- γχεις U+05D0c.a) 18 επιεικια U+05D0A 19 om δει U+05D0* (hab U+05D0c.a) | τον δικαιον] om τον U+05D0* (hab U+05D0c.a) | διδως U+05D0 | αμαρτημασι A 20 οφιλομενους A | ετιμωρησω A | και δεησεως] κ. διεσεως U+05D0 om A | χρονον A | απαλλαγωσιν U+05D0 21 μετα ποσης] U+05D0 μετα πασης U+05D0c.a | ακριβιας U+05D0A | υποσχεσεων] υποσχης U+05D0* (-σχεων U+05D0c.a) 23 αφροσυναις U+05D0 | αδικως U+05D0c.aA 25 ενπεγμον U+05D0 26 παιγνιος A | κρισν θυ U+05D0 | πειρασουσιν] υσιν sup ras Bᵃᵇ 27 πασχοντ sup ras B¹fortab | ους] ουν U+05D0* (ους U+05D0c.a))
    627
  4. ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι θεὸν ἐπέγνωσα ἀληθῆ·
  5. [*](Β)
  6. διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπʼ αὐτοὺς ἐπῆλθεν.