Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἵνα ἀξίαν ἀποικίαν δέξηται θεοῦ παίδων
- ἡ παρὰ σοὶ πασῶν τιμιωτάτη γῆ.
- ἀλλὰ καὶ τούτων ὡς ἀνθρώπων ἐφείσω,
- ἀπέστειλάς τε προδρόμους τοῦ στρατοπέδου σου σφῆκας,
- ἵνα αὐτοὺς κατὰ βραχὺ ἐξολεθρεύσωσιν·
- οὐκ ἀδυνατῶν ἐν παρατάξει ἀσεβεῖς δικαίοις ὑποχειρίους δοῦναι,
- ἢ θηρίοις δεινοῖς, ἢ λόγῳ ἀποτόμῳ ὑφʼ ἓν ἐκτρῖψαι
- κρίνων δὲ κατὰ βραχὺ ἐδίδους τόπον μετανοίας, ¶ ¶C
- οὐκ ἀγνοῶν ὅτι πονηρὰ ἡ γένεσις αὐτῶν
- καὶ ἔμφυτος ἡ κακία αὐτῶν,
- καὶ ὅτι οὐ μὴ ἀλλαγῇ ὁ λογισμὸς αὐτῶν εἰς τὸν αἰῶνα,
- σπέρμα γὰρ ἦν κατηραμένον ἀπʼ ἀρχῆς·
- οὐδὲ εὐλαβούμενός τινα ἐφʼ οἷς ἡμάρτανον ἄδειαν ἐδίδους.
- τίς γὰρ ἐρεῖ Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου;
- τίς δὲ ἐκαλέσει σοι κατὰ ἐθνῶν ἀπολωλότων, ἃ σὺ ἐποίησας;
- ἢ τίς εἰς κατάστασίν σοι ἐλεύσεται ἔκδικος κατὰ ἀδίκων ἀν-
- θρώπων;
- οὔτε γὰρ θεός ἐστιν πλὴν σοῦ, ᾧ μέλει περὶ πάντων,
- ἵνα δείξῃς ὅτι οὐκ ἀδίκως ἔκρινας·
- οὔτε βασιλεὺς ἢ τύραννος ἀντοφθαλμῆσαι δυνήσεταί σοι περὶ ὧν
- ἐκόλασας.
- δίκαιος δὲ ὢν δικαίως τὰ πάντα διέπεις,
- αὐτὸν τὸν μὴ ὀφείλοντα κολασθῆναι καταδικάσαι
- ἀλλότριον ἡυούμενος τῆς σῆς δυνάμεως.
- ἡ γὰρ ἰσχύς σου δικαιοσύνης ἀρχή,
- καὶ τὸ πάντων σε δεσπόζειν πάντων φείδεσθαι ποιεῖ
626
[*](B)- ἰσχὺν γὰρ ἐνδείκνυσαι ἀπιστούμενος ἐπὶ δυνάμεως τελειότητι,
- καὶ ἐν τοῖς εἰδόσι τὸ θράσος ἐξελέγχεις·
- σὺ δὲ δεσπόζων ἰσχύος ἐν ἐπιεικείᾳ κρίνεις.
- καὶ μετὰ πολλῆς φειδοῦς διοικεῖς ἡμᾶς·
- πάρεστιν γάρ σοι ὅταν θέλῃς τὸ δύνασθαι.
- ἐδίδαξας δέ σου τὸν λαὸν διὰ τῶν τοιούτων ἔργων,
- ὅτι δεῖ τὸν δίκαιον εἶναι φιλάνθραωπον·
- καὶ εὐέλπιδας ἐποίησας τοὺς υἱούς σου,
- ὅτι διδοῖς ἐπὶ ἁμαρτήμασιν μετάνοιαν.
- εἰ γὰρ ἐχθροὺς παίδων σου καὶ ὀφειλομένους θανάτῳ
- μετὰ τοσαύτης ἐτιμώρησας προσοχῆς καὶ δεήσεως,
- δοὺς χρόνους καὶ τόπον δι᾿ ὧν ἀπαλλαγῶσι τῆς κακίας,
- μετὰ πόσης ἀκριβείας ἔκρινας τοὺς υἱούς σου,
- ὧν τοῖς πατράσιν ὅρκους καὶ συνθήκας ἔδωκας ἀγαθῶν
- ὑποσχέσεων;
- ἡμᾶς οὖν παιδεύων τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι
- μάστγοῖς,
- ἵνα σου τὴν ἀγαθότητα μεριμνῶμεν κρίνοντες,
- κρινόμενοι δὲ προσδοκπῶμεν ἔλεος.
- ὅθεν καὶ τοὺς ἐν ἀφροσύνῃ ζωῆς βιώσαντας ἀδίκους
- διὰ τῶν ἰδίων ἐβασάνισας βδελυγμάτων.
- καὶ γὰρ τῶν πλάνης ὁδῶν μακρότερον ἐπλανήθησαν,
- θεοὺς ὑπολαμβάνοντες τὰ καὶ ἐν ζῴοις τῶν ἐχθρῶν ἄτιμα,
- νηπίων δίκην ἀφρόνων ψευσθέντες.
- διὰ τοῦτο ὡς παισὶν ἀλογίστοις
- τὴν κρίσιν εἰς ἐμπαιγμὸν ἔπεμψας·
- οἱ δὲ παιγνίοις ἐπιτιμήσεως μὴ νουθετηθέντες
- ἀξίαν θεοῦ κρίσιν πειράσουσιν.