Sapientia Salomonis
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ἐφ᾿ οἷς γὰρ αὐτοὶ πάσχοντες ἠγανάκτουν,
- ἐπὶ τούτοις οὓς ἐδόκουν θεούς, ἐν αὐτοῖς κολαζόμενοι, [*](U+05D0A)[*](17 ισχυς U+05D0* (ισχυν U+05D0c.a) | ενδεικνυς U+05D0* (-σαι U+05D0c.a) | απστουμενος] pr ο U+05D0* (om ο U+05D0c.a) pr οτι A | ειδοσι] σε ειδοσιν U+05D0* ειδ. σου U+05D0c.a ουκ ειδοσι A | θρασος] κρατος U+05D0c.a | εξελεγχεται U+05D0* (- γχεις U+05D0c.a) 18 επιεικια U+05D0A 19 om δει U+05D0* (hab U+05D0c.a) | τον δικαιον] om τον U+05D0* (hab U+05D0c.a) | διδως U+05D0 | αμαρτημασι A 20 οφιλομενους A | ετιμωρησω A | και δεησεως] κ. διεσεως U+05D0 om A | χρονον A | απαλλαγωσιν U+05D0 21 μετα ποσης] U+05D0 μετα πασης U+05D0c.a | ακριβιας U+05D0A | υποσχεσεων] υποσχης U+05D0* (-σχεων U+05D0c.a) 23 αφροσυναις U+05D0 | αδικως U+05D0c.aA 25 ενπεγμον U+05D0 26 παιγνιος A | κρισν θυ U+05D0 | πειρασουσιν] υσιν sup ras Bᵃᵇ 27 πασχοντ sup ras B¹fortab | ους] ουν U+05D0* (ους U+05D0c.a))
- ἰδόντες ὃν πάλαι ἠρνοῦντο εἰδέναι θεὸν ἐπέγνωσα ἀληθῆ· [*](Β)
- διὸ καὶ τὸ τέρμα τῆς καταδίκης ἐπʼ αὐτοὺς ἐπῆλθεν.
627
- Μάταιοι μέν γὰρ πάντες ἄνθρωποι φύσει, οἷς παρῆν θεοῦ
- ἀγνωσία,
- καὶ ἐκ τῶν ὁραωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα,
- οὔτε τοῖς ἔργοις προσχόντες ἐπέγνωσαν τὸν τεχνίτην·
- ἀλλ ἢ πῦρ ἢ πνεῦμα ἢ ταχινὸν ἀέρα
- ἢ κύκλον ἄστρων ἢ βίαιον ὕδωρ
- ἢ φωστῆρας οὐρανοῦ πρυτάνεις κόσμου θεοὺς ἐνόμισαν.
- ὧν εἰ μὲν τῇ καλλονῇ τερπόμενοι θεοὺς ὑπελάμβανον,
- γνώτωσαν πόσῳ τούτων ὁ δεσπότης ἐστὶ βελτίων·
- ὁ γὰρ τοῦ κάλλους γενεσιάρχης ἔκτισεν αὐτά.
- εἰ δὲ δυνάμει καὶ ἐνεργείᾳ ἐκπλαγέντες,
- νοησάτωσαν ἀπʼ αὐτῶν πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνα-
- τώτερός ἐστιν·
- ἐκ γὰρ μεγέθους καλλονῆς καὶ κτισμάτων
- ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.
- ἀλλʼ ὅμως ἐπὶ τούτοις ἐστὶν μέμψις ὀλίγη,
- καὶ γὰρ αὐτοὶ τάχα πλανῶνται
- θεὸν ζητοῦντες καὶ θέλοντες εὑρεῖν·
- ἐν γὰρ τοῖς ἔργοις αὐτοῦ ἀναστρεφόμενοι διεραυνῶσιν,
- καὶ πείθονται τῇ ὄψει ὅτι καλὰ τὰ βλεπόμενα.
- πάλιν δʼ οὐδʼ αὐτοὶ συνγνωστοί·
- εἰ γὰρ τοσοῦτον ἴσχυσαν εἰδέναι
- ἴνα δύνωνται στοχάσασθαι τὸν αἰῶνα,
- τὸν τούτων δεσπότην πῶς τάχιον οὐχ εὗρον;
- Ταλαίπωροι δὲ καὶ ἐν νεκροῖς αἱ ἐλπίδες αὐτῶν,
- οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπωον, [*](27 ιδοντες] + δε U+05D0 | ειδεναι (ιδ. A)] om U+05D0 | αυτους] αυτον U+05D0* αυτων U+05D0c.a U+05D0A XIII 1 om μεν U+05D0* (hab U+05D0c.a) | φυσι ανθρωποι U+05D0 | ιδεναι A | ουτε] ουδε U+05D0 | προσχοντες] προσεχοντες U+05D0Α | επεγνωσαν] εγνωσαν U+05D0 2 αστερων U+05D0c.a | πρυτανις U+05D0 3 θεους] ταυθ U+05D0* τουθ᾿ U+05D0c.a pr ταυτα A | εστιν U+05D0 | βελτειω B* (-τιω Bᵇ) βελτειον U+05D0* (-τειων U+05D0c.aᵃ) | καλλους] κοσμου U+05D0c.a 4 ει δε] om δε U+05D0* εις δε U+05D0c.a A | δυναμν U+05D0A | ενεργειαν U+05D0 (-γιαν) A | εκπλαγεντες] pr και U+05D0* (om και U+05D0c.a) 5 καλλονης και] και καλλ. U+05D0c.a om και A | ο γενεσιουργος bis scr U+05D0* (improb 2⁰ U+05D0c.a) 6 επι] ετι A | μεμψις εστιν A 7 διερευνωσιν BᵃᵇU+05D0c.a A 8 ουδ] ουδε A | συγγνωστοι Bᵇ συγνωστοι A 9 ιδεναι A)
- χρυσὸν καὶ ἄργυρον, τέχνης ἐμμελέτημα,
- καὶ ἀπεικάσματα ζῴων,
- ἢ λίθον ἄχρηστον. χειρὸς ἔργον ἀρχαίας.
628
[*](B)- εἰ δὲ καί τις ὑλοτόμος τέκτων εὐκίνητον φυτὸν ἐκπρίσας
- περιέξυσεν εὐμαθῶς πάντα τὸν φλοιὸν αὐτοῦ,
- καὶ τεχνησάμενος εὐπρεπῶς
- κατεσκεύασεν χρήσιμον σκεῦος εἰς ὑπηρεσίαν ζωῆς,
- τὰ δὲ ἀποβλήματα τῆς ἐργασίας εἰς ἑτοιμασίαν τροφῆς ἀναλώσας
- ἐνεπλήσθη·
- τὸ δὲ ἐξ αὐτῶν ἀπόβλημα εἰς οὐθὲν εὔχρηστον,
- ξύλον σκολιὸν καὶ ὄζοις συμπεφυκός,
- λαβὼν ἔγλυψεν ἐν ἐπιμελείᾳ ἀργίας αὐτοῦ,
- καὶ ἐμπειρίᾳ ἀνέσεως ἐτύπωσεν αὐτό,
- ἀπείκασεν αὐτὸ εἰκόνι ἀνθρώπου,
- ἢ ζῴῳ τινὶ εὐτελεῖ ὡμοίωσεν αὐτό,
- καταχρίσας μίλτῳ καὶ φύκει ἐρυθήνας χρόαν αὐτοῦ,
- καὶ πᾶσαν κηλῖδα τὴν ἐν αὐτῷ καταχρίσας,
- καὶ ποιήσας αὐτῷ αὐτοῦ ἄξιον οἴκημα,
- ἐν τοίχῳ ἔθηκεν αὐτὸ ἀσφαλισάμενος σιδήρῳ.
- ἵνα μέν οὗν μὴ καταπέσῃ προενόησεν αὐτοῦ,
- εἰδὼς ὅτι ἀδυνατεῖ ἑαυτῷ βοηθῆσαι,
- καὶ γάρ ἐστιν εἰκὼν καὶ χρείαν ἔχει βοηθείας.
- περὶ δὲ κτημάτων καὶ γάμων αὐτοῦ καὶ τέκνων προσευχόμενος
- οὐκ αἰσχύνεται τῷ ἀψύχῳ προσλαλῶν·
- καὶ περὶ μὲν ὑγείας τὸ ἀσθενὲς ἐπικαλεῖται,
- περὶ δὲ ζωῆς τὸ νεκρὸν ἀξιοῖ,
- περὶ δὲ ἐπικουρίας τὸ ἀπειρότατον ἱκετεύει,
- περὶ δὲ ὁδοιπορίας τὸ μηδὲ βάσει χρῆσθαι δυνάμενον,
- περὶ δὲ πορισμοῦ καὶ ἐργασίας καὶ χειρῶν ἐπιτυχίας
- τὸ ἀδρανέστατον ταῖς χερσὶν εὐδράνειαν αἰτεῖται.