Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ποῦ ἧς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
  2. ἀπάγγειλον δέ μοι, εἰ ἐπίστῃ σύνεσιν.
  1. τις ἔθτο τὰ μέτρα αὐτῆς, εἰ οἶδας;
  2. ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπʼ αὐτῆς;
  1. ἐπὶ τίος οἱ κρίκοι αὐτῆς πεπήγασινς
  2. τἰς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπʼ αὐτῆς;
  1. ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί
  2. μου.
  1. ἔφραξα δὲ θάλασσαν πύλαις, ὅτε ἐμαίμασσεν ἐκ κοιλίας
  2. μητρὸς αὐτὴ ἐκπορευομένη·
  1. ἐθέμην δὲ αὐτῇ νέφος ἀμφἰασιν.
  2. ὁμἰχλῃ δὲ αὐτὴν ἐσπαργάνωσα·
[*](21 νεφων] + εξελθεν (sic) A 22 χρυσαυνουντα C | Παντοκρατορος (-κρα- U+05D0AC |τος C)] pr παρα U+05D0c cC pr του A 23 τη ισχυι] pr αυτω και A | ουκ οιει] )ιει οτι ουκ A ουκ οιη C | επακουειν] επακουσειν U+05D0 εισακουει A εισακουειν C | 24 οι ανθρωποι] om οι A | καρδια] pr τη A X X X VIII 1 evan in C | Ἰωβ) διωβαβολω U+05D0* (improb δ U+05D0¹ αβολω improb et unc incl U+05D0? ) |νεφους A 2 κρυπτειν] + αλλα νυν Cᵃ | om με U+05D0* (hab U+05D0c.a) 3 δε 1⁰] +σε U+05D0AC 4 ης] ησθα A | εν τω θεμελιουν με] οτε εθεμελιωσα A | απαγγειλον] αναγγειλον A | δε] om A δη C | επιστη] επιστασαι A |5 τα μετρα] om τα C | επαγαγων] επαγων C 6 επι] pr η U+05D0 | τινος] + δε |A | κρικοι] στυλοι A | βαλλων U+05D0 | αυτης 2⁰] αυτην C 7 εγενηθη A | | φωνη] pr εν A | μου] αυτου U+05D0* (μου U+05D0c.a) + και υμνησαν A 8 εμαιμασ- σεν] εμαιμαξεν U+05D0 (-σσεν U+05D0c.a) εμεουτο A εμεμασεν C | εκ] pr και A | αυτη] αυτης U+05D0AC | eκπορευομeνη] εξεπορευετο A 9 αμφιεσιν C)
592
[*](B)
  1. ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας·
  1. εἶπα δὲ αὐτῇ Μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ,
  2. ἀλλ ἐν σεαυτῇ συντριβήσεταί σου τὰ κύματα.
  1. ἡ ἐπὶ σοῦ συντέταχα φέγγος πρωινόν,
  2. ἑωσφόρος δὲ ἴδεν τὴν ἑαυτοῦ τάξιν,
  1. ἐπύλαβέσθαι πτερύγων γῆς,
  2. ἐκτινάξαι ἀσεβεῖς ἐξ αὐτῆς
  1. ἢ σὺ λαβὼν γῆν πηλὸν ἔπλασας ζῶον,
  2. καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ γῆς;
  1. ἀφεῖλας δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς,
  2. βραχίονα δὲ ὑπερηφάνων συνέτριψας;
  1. ᾖλθες δὲ ἐπὶ πηγὴν θαλάσσης,
  2. ἐν δὲ ἵχνεσιν ἀβύσσου περιεπάτησας
[*](¶ C)
  1. ἀνοἰγονται δέ σοι φόβῳ πύλαι θανάτου,
  2. πυλωροὶ δὲ ἄδου ἰδόντες σε ἔπτηξαν;
  1. νενουθέτησαι δὲ τὸ εὖρος τῆς ὑπʼ οὐρανόν; ἀνάγγειλον δή μοι
  2. πόση τίς ἐστιν.
  1. ποἰᾳ δὲ γῆ αὐλἰζεται τὸ φῶς,
  2. σκότους δὲ ποῖος ὁ τόπος;
  1. εἰ ἀγάγοις με εἰς ὄρια αὐτῶν;
  2. εἰ δὲ καὶ ἐπίστασαι τρίβους αὐτῶν
  1. οἶδα ἄρα ὅτι τότε γεγέννησαι,
  2. ἀριθμὸς δὲ ἐτῶν σου πολύς.
  1. ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος,
  2. θησαυροὺς δὲ χαλάζης ἑόρακας;
  1. ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν,
  2. εἰς ἡμέραν πολέμων καὶ μάχης;