Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος;
  2. πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν
  1. ἢ καταβαίνει ὥσπερ ὕδωρ ῥέον;
  2. πρόσωπον δὲ ἀσεβοῦς τἰς ἔπτηξεν;
  1. συνῆκας δὲ δεσμὸν Πλειάδος,
  2. καὶ φραγμὸν Ὠρἰωνος ἤνοιξας
  1. ἢ διανοίξεις Μαζουρὼθ ἐν καιρῷ αὐτοῦ,
  2. καὶ Ἕσπερον ἐπὶ κόμης αὐτοῦ, ἄξεις αὐτά
  1. ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ
  2. ἢ τὰ ὑπʼ οὐρανὸν ὁμοθυμαδὸν γινόμενα;
  1. καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρῳ ὑπακούσε-
  2. ταί σου;
  1. ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται
  2. ἐροῦσν δέ σοι Τί ἐστιν;
  1. τίς δὲ ἔδωκεν γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπι-
  2. στήμηνς
  1. τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ.
  2. οὐρανὸν δὲ εἰς γἢν ἔκλαενς
  1. κέχυται δὲ ὥσπερ γῆ κονία.
  2. κεκόλληκα δὲ αὐτὸν ὥσπερ λίθῳ κύβον.
  1. θηρεύσεις δὲ λέουσν βοράν,
  2. ψυχὰς δὲ δρακόντων ἐμπλήσεις
  1. δεδοικόσιν γὰρ ἐν κοίταις αὐτῶν,
  2. κάθηνται δὲ ἐν ὕλαις ἐνεδρεύοντες
[*](26 γην] την γην U+05D0 γης A 28 βωλους] pr συνοχας και A 29 ο U+05D0A ρυσταλλος] om ο U+05D0A | παχνη A 30 ωσπερ| ως A | επτηξεν] ετηξεν U+05D0A 1 συνηκας C praec coniung A | δεσμον δε A | Πλειαδος (Γλιαδ.U+05D0A)] + εγνως A | και] η A | φραγμον] βοαγμον Bᵃ (φρ. B*ᵇ) 32 αξεις] pr και A 4 τρομω] δρομω A | υδατος λαβραο] λαβρω υδατος U+05D0 υδ. λαβρου A | υπακου- εται] επακουσεται U+05D0 36 om δε A | γυναικι A | η] και A | ποικιλτικην ποικιατ. A)] + σοφιας A 37 ο αριθμων ( θμω U+05D0edit)] om ο U+05D0* (superscr ο ¹) | ουρανον] ουνος U+05D0 38 δε 1°] γαρ A | γη] γης A | κεκηλληκεν A | λιθω υβον]κυβον λιθοις A)
594
[*](B)
  1. τἰς δὲ ἡτοίμασεν κόρακι βοράν;
  2. νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασιν, πλανώμενοι τὰ
  3. σῖτα ζητοῦντες.
  1. εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας,
  2. ἐφύλαξας δὲ  ὠδίνας ἐλάφων;
  1. ἠρίθμησας δέ μῆνας αὐτῶν πλήρεις τοκετοῦ,
  2. ὠδίνας δὲ αὐτῶν ἔλυσας
  1. ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδἰα ἔξω φόβου
  2. ὠδῖνας αὐτῶν ἐξαποστελεῖς;
  1. ἀπορρήξουσιν τὰ τέκνα αὐτῶν, πληθυνθήσονται ἐν γενήματι·
  2. ἐξελεύσονται, καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς.
  1. τς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον,
  2. δεσμοὺς δὲ αὐτοῦ τἰς ἔλοσεν;
  1. ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον,
  2. καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα.
  1. καταγελῶν πολυοχλίας πόλεως,
  2. μέμψιν δὲ φορολόγου οὐκ ἀκούων,