Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀκούσαι ἄρα τὸ οὗς μου τὴν κατάραν μου,
  2. θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.
  1. εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν
  2. τῶν σαρκῶν αὐτοῦ πλησθῆναι;
  3. λίαν μου χρηστοῦ ὄντος·
  1. ἔξω δὲ οὐκ ηὐλίζετο ξένος,
  2. ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·
[*](20 δε] ε U+05D0* (δ superscr U+05D0c.a) | ευλογησαν (.υλογη..C)] ευλογουν A |αμνων] U+05D0AC αρνων A 21 ει] + δε και A | μοι πολλη U+05D0C | περιεστιν] παρεστιν U+05D0A 22 μου 1°] σου U+05D0* (μου U+05D0c.a c.c) | απο της κλ. ο ωμ. μου A | αγκωνος] + μου AC 23 γαρ] + κυ U+05D0AC | συνεσχεν] συνειχεν A | απο] pr και AC | υποισω] οιποισω U+05D0A (in C σω tantum superest) + δολον U+05D0* (improb δ U+05D0c.ᵃ) 25 ευφρανθη U+05D0* (-θην U+05D0c.ᵃ) ηυφρανθην C | γενομενου μου A | μου 1°] μοι U+05D0 om μου C | ει δε και (2°)] και ει A 26 εκλειποντα] εκλιποντα U+05D0 pr και U+05D0* (om και U+05D0 iam ante c.a) A | φθινυθουσαν U+05D0* (φθινουσαν U+05D0?) 27 ει δε] + και U+05D0AC 28 om αρα U+05D0 | ανομια] pr η U+05D0* (om U+05D0c.ᵃ) | η μεγιστη λογισθειη] λογισθειη με- γαλη A | εναντιον] εναντι U+05D0AC 29 ει δε και] και ει δε C | επιχαρις U+05D0* (-ρης U+05D0c.ᵃ) | πτωματι] pr επι U+05D0A | εχθρων] εχθρου A | ειπεν η καρδια] ει ειπον τη κ. A | ευγε] + ευγε AC 30 θρυλληθειην C | om αρα 2° A | om μου 3° A 31 εμπλησθηναι A 32 ευλιζετο A | η δε θυρα] και η θ. A | ανεωκτο] ηνεωκτο U+05D0A διηνεωκτο C)
578
[*](B)
  1. εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,
  1. οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι
  2. ἐνώπιον αὐτῶν·
  3. εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·
  1. τίς δῴη ἀκούοντά μου ;
  2. χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν,
  3. συγγραφὴν δὲ ἣν εἶχον κατά τινος
  1. ἐπ᾿ ὤμοις ἂν περιθέμενος
  2. στέφανον ἀνεγίνωσκον,
  1. καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδανκα,
  2. οὐθὲν λαβὼν παρὰ χρεοφιλέτου·
  1. εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν,
  2. εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·
  1. εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς,
  2. εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·
  1. ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη,
  2. ἀντὶ δὲ κριθῆς βάτος.
  1. Καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν·
  2. (¹)ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰὼβ,
  3. ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.
  1. ὠργίσθη δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης ἐκ τῆς συγγενείας
  2. Ῥάμ, τῆς Αὐσείτιδος χώρας·
  3. ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον
  4. ἐναντίον Κυρίου.
  1. καὶ κατὰ τῶν τριῶν δὲ φίῦλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνή-
  2. θησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ,
  3. [*](U+05D0AC)[*](33 εκουσιως U+05D0*vid (ακ. U+05D01c.ᵃ) 34 πληθους] λαου A | om μη C | ενωπιον] εναντιον A | ουτων] αστου U+05D0* (-των U+05D0c.ᵃ) | ειασα] ιασα A ασα C | θυραν] pr την U+05D0c.ᵃ Cvid την θυρα (sic) A | om κολπω κενω Cvid 35 ηδεδοκειν A | συνγραφην U+05D0A 36 επ] pr ει A | om αν A | στεφανον] pr ως A | ανεγι- νωσκον] ανεειγνωσκον A 37 συθεν] ουδεν A | χρεοφειλετου Bᵃᵇ [χρε]ιοφιλ. Cvid + μου A 39 om δε και (1°) A | μονος ανευ τιμης] om μονος U+05D0 ανευ τιμης μονος A | κυριου] κυ B* κυριου Bᵃ | εκλαβων] εκβολων A 40 om αρα A | εξελθοι μοι] εξελθη μοι A εξελθομι C XXXII 1 ετι] + δε A αντειπεν A | δκαιος εν αυτ. Ιωβ A | om ουτων C 2 ο Βουζειτης] ο του Βουζι A ο Βουζιτης C | συγγενιας A | Ραμ] Ραμα A Αραμ C | Αυσιτιδος BᵇAC | ωργισθη δε 2°] και ωργισθη A | διοτι] οτι C | εαυτον] αυτον U+05D0* (εαυ- τον U+05D0c.ᵃ) | εναντιον] εναντι U+05D0A 3 τριων δε] om δε U+05D0* (hab U+05D0c.ᵃ) δε τριων A | φιλων] + αυτου U+05D0c.ᵃ A | σφοδρα ωργισθη U+05D0 | ηδυνηθησαν] ηδυνασθησαν C | Ιωβ] pr τω U+05D0A)
    579
  4. καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
[*](B)
  1. Ἐλους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι
  2. αὐτοῦ εἰσιν ἡμέραις.
  1. καὶ εἶδεν Ἐλους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν
  2. ἀνδρῶν,
  3. καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
  1. ὑπολαβὼν δὲ Ἐλιοῦς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζείτης εἶπεν
  2. Νεώτερος μέν εὶμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι·
  3. διὸ ἡσύχασα, φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ
  4. ἐπιστήμην.
  1. εἶπα δὲ ὅτι Οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν,
  2. ἐν πολλοῖς δὲ ἔτεσιν οὐκ οἴδασιν σοφίαν·
  1. ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς,
  2. πνοὴ δὲ Μαντοκράτορός ἐστιν ἡ διδάσκουσα·
  1. οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί, οὐδʼ οἱ γέροντες οἴδασιν κρίμα.