Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀρέσαι ἄρα καὶ ἡ γυνὴ μου ἐτέρῳ.
  2. τὰ δὲ νήπιά μου ταπεινωθείη.
  1. θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·
  1. πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν·
  2. οὗ δ᾿ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.
  1. εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων
  2. αὐτῶν πρὸς μέ·
  1. τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ κύριρς;
  2. ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;
  1. πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι
  2. γεγόνασιν;
  3. γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.
  1. ἀδύνατοι δέ χρείαν ἥν ποτʼ εἶχον οὐκ ἀπέτυχον.
  2. χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα
  1. εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ἀρφανῷ
  2. μετέδωκα·
  1. ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ,
  2. καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·
  1. εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν·
[*](U+05D0AC)[*](5 δε 1°] γε A | εις δολο|) ο πους μου A 6 εσταμαι] ισταμαι U+05D0 εισταμε (? ειστα με) A | δε] om A γαρ C 7 εκ] απο A | οδου] + αυτου U+05D0c.ᵃ (mox del) A | οφθαλμω] + μου U+05D0c.cA | ει δε και (2°)] και ει A 6 σπειροιμι A | om αρα U+05D0* (hab U+05D0c.c) | φαγοισαν] φαγονται A 9 ει 1°] + δε AC | εγκα- θετος Bᵃᵇ εγκαθητος C 10 ετερω] εταιρω U+05D0 αλλω A 11 ακατασχετος] ακαθετος A 12 επι] εκ A | μερων] λερων (fort pro μελων) U+05D0c.c 13 με] εμε U+05D0A 14 ποιηται] ποιησηται U+05D0 ποιηση AC 15 om και 1° A | om εγω U+05D0* (hab U+05D0¹) 16 ποι] ποτε BᵃᵇU+05D0c.ᵃ AC | χηρας δε] και χηρας A | εξε- τηξα] ετηξα A 17 μετεδωκα ορφανω A | μετεδωκα] + εξ αυτου U+05D0c.ᵃC 18 οτι] και A | om μου C bis 19 υπεριδον AC | om αυτον A)
577
  1. ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με,
  2. [*](B)
  3. ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὔμοι αὐτῶν·
  1. εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια
  2. περίεστιν,
  1. ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός,
  2. ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.
  1. φόβος γὰρ συνέσχεν με,
  2. καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.
  1. εἰ ἔταξα χρυσίον εἰς χοῦν μου,
  2. εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,
  1. εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου,
  2. εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·
  1. ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα,
  2. σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστιν·
  1. καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου,
  2. εἰ δέ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα·
  1. καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη,
  2. ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου.
  1. εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου,
  2. καὶ εἶπεν ἡ καρδία μου Εὖγε·