Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη) ὀδύνη,
  2. καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη μηδέ χαρμονή·
  1. ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην,
  2. ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι
  1. σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης·
  2. ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι,
  3. καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα.
  1. ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου·
  2. ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
  1. δμὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησας
  2. ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόρην
  1. ἵνα τί δὲ συνήντησάν μοι τὰ γόνατα
  2. ἵνα τί δὲ μαστοὺς ἐθήλασα
  1. νῦν ἂν κοιμηθεὶς ἡσύχασα,
  2. ὑπνώσας δὲ ἀνεπαυσάμην
  1. μετὰ βασιλέων βουλευτῶν γῆς.
  2. οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν,
  1. ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός,
  2. οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου,
  1. ἢ ὣσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός.
  2. [*](3 η 3⁰] ση U+05D0* (om σ U+05D0¹) | om εκεινη U+05D0AC | η 40] pr εν U+05D0AC | ειπον A U+05D0Αc 4 νυξ] ημερα U+05D0c.a ᵇAC | φεγγος] φθεγγος C 5 επελθοι]| pr και A 5–6 om καταραθειη...σκοτος U+05D0* (hab U+05D0c.a) 6 ημερα] + εκεινη U+05D0c.a (εκν.) |A 6 απενεγκοιτο BᵃᵇU+05D0c.a AE | ενιαυτων A 7 οδυνη] οδυνηρα AC 8 καταρασαιτο αυτην] κατ. εαυτην U+05D0* (αυτ, U+05D0c.a καταρασε τοιαυτην Aviᵈ | κειρουσασθ, A 9 υπομειναι] pr και μη C* (ras κ. μ. Cᵃ) | εις φωτισμον μη λθοι]| εις φως (φωτισμον U+05D0c.a) μ. ε.U+05D0* μηε ελθοι| και μη φωτισαι A | και μη] |μηδε A | ειδοι C 10 απηλλαξε απηλλαξ·εν A | πονον] κοπον A 12 ινα τι δε (1⁰)] και ινα τι A | συνηντησεν A | τα γονατα] om τα U+05D0A | εθη- ασα] +κρς μου A 14βουλευτων] pr και A 15 η] και A)
    526
    [*](B)
  3. ἢ ὥσπερ νήπιοι οἱ οὐκ εἶδον φῶς.
  1. ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς.
  2. ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι·
  1. ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι
  2. οὐκ ἤκουσαν φωνὴν φορολόγου.
  1. μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν,
  2. καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ.
  1. ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς,
  2. ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ;
  1. οἳ ὀμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν,
  2. ἀνορύσσοντες ὥσπερ θησαυρούς·
  1. περιχαρεῖς δέ ἐγένοντο ἐὰν κατατύχωσιν.
  1. θάνατος ἀνδρὶ ἀνάπαυμα,
  2. συνέκλεισεν γὰρ ὁ θεὸς κατʼ αὐτοῦ.
  1. πρὸ γὰρ τῶν σίταων μου στεναγμὸς ἤκει,
  2. δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ.
  1. φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι,
  2. καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι.
  1. οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην,
  2. ἦλθεν δέ μοι ὀργή.