Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διὰ τί δὲ Κύριον ἔλαθον ὦραι,
  1. ἀσεβεῖς δὲ ὅριον ὑπερέβησαν, ποίμνιον σὺν ποιμένι
  2. ἁρπάσαντες ;
  1. ὑποζύγιον ὀρφανῶν ἀπήγαγον,
  2. καὶ βοῦν χήρας ἠνεχύρασαν.
  1. ἐξέκλιναν ἀδυνάτους ἐξ ὁδοῦ δικαίας,
  2. ὁμοθυμαδὸν δὲ ἐκρύβησαν πρᾳεῖς γῆς.
  1. ἀπέβησαν δὲ ὥσπερ ὄνοι ἐν ἀγρῷ,
  2. ὑπὲρ ἐμοῦ ἐξελθόντες τὴν ἑαυτῶν τάξιν·
  3. ἡδύνθη αὐτῷ ἄρτος εἰς νεωτέρους.
  1. ἀγρὸν πρὸ ὥρας οὐκ αὐτῶν ὄντα ἐθέρισαν·
  2. ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀμισθὶ καὶ ἀσιτὶ ἠργάσαντο.
[*](§ C)
  1. §⁷γυμνοὺς πολλοὺς ἐκοίμισαν ἄνευ ἱματίων,
  2. ἀμφίασιν δὲ ψυχῆς αὐτῶν ἀφείλαντο·
  1. ἀπὸ ψεκάδων ὀρέων ὑγραίνονται,
  2. παρὰ τὸ μὴ ἔχειν ἑαυτοὺς σκέπην πέτραν περιεβάλοντο.
  1. ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ,
  2. ἐκπεπτωκότα δὴ ἐταπείνωσαν.