Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον,
  2. περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι.
  1. οἶδεν γὰρ ἤδη ὁδόν μου,
  2. διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον.
  1. ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ,
  2. ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω·
  1. ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω,
  2. ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥ;γνατα αὐτοῦ.
  1. εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ ;
  2. ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν.
  1. διὰ τοῦτο ἐπʼ αὐτῷ ἐσπούδακα·
  2. νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ.
  1. ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ·
  2. κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ.
  1. Κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου,
  2. [*](2 om και 2° A | εμων στεναγμων U+05D0* (εμω στεναγμω U+05D0c.ᵃ) εμοι| στεναζω δε U+05D0A εμαυτον A 3 δ αρα] om δ U+05D0 γαρ αν A | γνοιη] γνων A | ελθοιμι] pr A 4 ειποιμι] ιδοιμι U+05D0* ιποιμι U+05D0c.ᵃ (ειπ. U+05D0c.c.) | εμαυτου ΒU+05D0*c.c] επ αυτου U+05D0c.ᵃA | εμπλησαι] εμπλησω U+05D0c.ᵃ εμπλησει με A | ελεγχου A 5 γνωην] γνοιην bU+05D0c.ᵃ | ιαματα] ρηματα U+05D0c.ᵃA | τινα] ατινα U+05D0* (τινα U+05D0c.ᵃ) | απαγγελλει U+05D0A ν 1°] ει A | ειτα] και ει A | ου χρησεται μοι A 7 αληθια U+05D0 | παρ αυτου] ρ αυτω sup ras Aᵃ? U+05D0 εις γαρ πρωτα παρευσομαι] εαν γαρ πορευθω εις πρωτα A | om και A 10 μου] + αυτος A | διεκρινεν (εδιεκρινεν U+05D0* prob ε 1° U+05D0¹c.ᵃ) δε] και δεεκρινεν A | το χρυσιον] om το A 12 ενταλ- των] εντολων A | om και A | παρελθω] + ινα μη αποθανω A 13 αυτος sup ras Bᵃ | αντειπων] αντειπιπτων U+05D0c.ᵃ (restit αντειπων) αντερων A εσπουδακειν εσπουδακειν A 15 κατασπουδασω U+05D0* (-δασθω U+05D0c.ᵃ postea restit σω) 16 Κυριος] + μου A | om δε 1° A)
    564
    [*](B)
  3. ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με.
  1. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος,
  2. πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος.