Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διέσπασέν με κύκλῳ καὶ ᾠχόμην.
  2. ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου.
  1. δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο,
  2. ἡγήσατο δέ με ὥσπερ ἐχθρόν.
  1. ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπʼ ἐμοί,
  2. ταῖς ὁδοῖς μου ἐκύκλωσαν ἐνκάθετοι.
  1. ἀπ ἐμοῦ ἀδελφοί μου ἀπέστησαν,
  2. ἔγνωσαν ἀλλοτρίους ἤ ἐμἐ·
  3. φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν.
  1. οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου,
  2. καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου.
  1. γείτονες οἰκίας θεράπαιναί τε μου,
  2. ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν.
  1. θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν·
  1. στόμα δέ μου ἐδέετο, 17 καὶ ἱκέτευον τὴν γυναῖκά μου,
  2. προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου·
  1. οἱ δὲ εἰς τὸν αἰῶνα ἀπεποιήσαντό με·
  2. ὅταν ἀναστῶ, κατʼ ἐμοῦ λαλοῦσιν.
  1. ἐβδελύξαντό με οἱ ἰδόντες με·
  2. οὕς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι.
  1. ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου,
  2. [*](U+05D0AC)[*](8 επι] + δε A | προσωπον] προσωπου U+05D0 ατραπους A 9 om δε A δοξαν] +μου A | αφειλεν δε] και αφειλεν A 10 διεσπασεν] + δε U+05D0c.a(poste del) A 11 om δε 1ο A | om ηγησατο...εχθρον U+05D0* (hab U+05D0c.a ) 12 o1 δε A | ηλθον τα πειρ. αυτου] αυτου ηλθεν τα πειρ. A | εμοι] εμε A | τα οδοις μου c praec coniung U+05D0 | εκυκλωσαν] + με U+05D0A | εγκαθετοι] Bᵃᵇ 13 α εμου c praec coniung U+05D0 | εμου] + δε A | αδελφοι μου απεστησαν] απεσ αδελφοι A | εγνωσαν] in γ ras aliq B? | φιλοι] pr οι A 14 ου] pr και A προσεποιησαντο] προσειδον | om και A | ειδοτες BᵇU+05D0*] ειδοντες B*U+05D0c.a ιδοι τες A 15 οπιας] οικιοι A | θεραπαιναι τε μου] θεραποντες θεραπενοι(sic) ημην] εγενομην A 16 θεραποντα] θεραποντας δε A | υπηκουσεν] υπηκουσο μου A | εδεετο (δεετο U+05D0* εδ. U+05D0¹)] εδεειτο αυτῶ A 17 προσεκαλ. δε] κ προσεκαλ. A 18 απεποιησαντο με] με απεποιησ. BᵃᵇU+05D01) (om με U+05D0*) ι απιπαντο A 19 εβδελυξαντο] + δε U+05D0A | ιδοντες] ιδοτες A | ους δη] ους U+05D0¹ και ους A | ηγαπηκειν (-κεν U+05D0)] ηγαπων A 20 εσαπησαν] pr α U+05D0 (improb α U+05D0¹) | αι σαρκες] om αι A)
    555
  3. τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται.
[*](B)
  1. ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλου
  2. χεὶρ γὰρ Κυρίου ἡ ἁψαμένη μού ἐστιν.
  1. διὸ τί με διώκετε ὥσπερ καὶ ὁ κύριος.
  2. ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε;
  1. τίς γὰρ ἂν δώη γραφῆναι τὰ ῥήματά μου.
  2. τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα,
  1. ἐν γραφίῳ σιδηρῷ καὶ μολίβῳ;
  1. οἴδα γὰρ ὅτι ἀέναος ἐστιν ὁ ἐκλύειν με μέλλων·
  1. ἐπὶ γῆς ⁶ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα.
  2. παρὰ γὰρ Κυρίου ταῦτά μοι συνετελέσθη,
  1. ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι,
  2. §ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος.
  3. [*](§C)
  4. πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ.
  1. εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ;
  2. καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·
  1. εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος·
  2. θυμὸς γὰρ ἐπʼ ἀνόμους ἐπελεύσεται,
  3. καὶ τότε γνώσονται ποῦ ἔστιν αὐτῶν ἡ ὕλη.