Job

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ·
  2. δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·
  1. σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν,
  2. καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.
  1. οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή.
  2. οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.
  1. αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ,
  2. ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου·
  1. νύκτα εἰς ἡμέραν ἔθηκα,
  2. φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.
  1. ἐὰν γὰρ ὑπομείνω, ᾔδης μου ὁ οἶκος.
  2. ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.
  1. θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι,
  2. μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.
  1. ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς
  2. ἤ τὰ ἀγαθά μου ὄψομαι
  1. ἤ μετʼ ἐμοῦ εἰς ᾄδην καταβήσονται.
  2. ἤ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;
  1. ῾Υπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης λέγει
[*](4 ου] ουν A 5 δε] +μου U+05D0c.aAC 6 θρυλλημα Cvid | γελως δε U+05D0ΑC ιυτοις απεβην U+05D0 (επεβ. B)] γλωσσα δε αυτοις απεβην U+05D0.c.a και απεβην ιυτοις γελος (sic) A 7 πεπηρωνται U+05D0c.aA | γαρ] δε A | οργης] + σου A | πεπολιορκημαι] pr και A | υπο παντων μεγαλως A 8 θαυμα] + δε U+05D0c.a | τουτω] τουτοις A | δικαιος...επανασταιη] δικαιω γαρ παρανομος επαν- στη A 9 καθαρος δε χειρας] και ο καθαρος χερσιν A 10 ερειδετε] ριναται U+05D0c.a | om δη A | ευρισκω] εστιν U+05D0c.a 11 αι] και A (c praec (oniung) | βρομω BU+05D0c.ᵃ] δρομω A ρομω C (θρομω ut vid) 12 εθηκαν A 3 υπομινη U+05D0 (υπομινω U+05D0¹) | αδης μου ο οικος] οικος (pr ο U+05D0¹) μου αδης U+05D0* | ιδης μου ο οικ. μου U+05D0c.a | στρομνη A 14 επεκαλεσαμην] προσεκαλεσαμην BᵃᵇU+05D0c.a A (sed ε pro π coep A*) C (προσκ.) προσεκαλεσα U+05D0* 15 μου 1⁰] μοι C | ετι εστιν η ελπις] ετι η ελπις εστιν U+05D0 ετι η ελπις A εστιν η ελπις C οψομαι] +ετι A 16 αδην] pr τον A | καταβησετ A ΧVIII 1 evan n C | Βαλδας A | Σαυχιτης] Αυχιτης A)
552
[*](Β)
  1. Μέχρι τίνος οὐ παύσῃ;
  2. ἐπίσχες, ἴνα καὶ αὐτοὶ λαλήσωμεν.
  1. διὰ τί ὥσπερ τετράποδα σεσιωπήκαμεν ἐναντίον σου;
  1. κέχρηταί σοι ὀργή.
  2. τί γάρ; ἐὰν σὺ ἀποθάνῃς, ἀοίκητος ἡ ὑπʼ οὐρανόν;
  3. ἢ καταστραφήσεται ὄρη ἐκ θεμελίων
  1. καὶ φῶς ἀσεβῶν σβεσθήσεται,
  2. καὶ οὐκ ἀποβήσεται αὐτῶν ἡ φλόξ.
  1. τὸ φῶς αὐτοῦ σκότος ἐν διαίτῃ,
  2. ὁ δὲ λύχνος αὐτῷ σβεσθήσεται.
  1. θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτοῦ,
  2. σφάλαι δὲ αὐτοῦ ἡ βουλή.
  1. ἐμβέβληται δὲ ὁ ποὺς αὐτοῦ ἐν παγίδι.
  2. ἐν δικτύῳ ἑλιχθείη.
[*](¶ C)
  1. ἒλθοισαν δὲ ἐπʼ αὐτὸν παγίδες.¶
  2. κατισχύσει ἐπʼ αὐτὸν διψῶντας.
  1. κέκρυπται ἐν τῇ γῇ σχοινίον αὐτοῦ,
  2. καὶ ἡ σύλλημψις αὐτοῦ ἐπὶ τρίβων.
  1. κύκλῳ ὀλέσαισαν αὐτὸν ὀδύναι·
  2. πολλοὶ δὲ περὶ πόδα αὐτοῦ ἔλθοισαν ἐν λιμῷ στενῷ,