Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- τίς δῴη σε ἀδελφιδόν μου, θηλάζοντα μαστοὺς μητρός μους
- εὑροῦσά σε ἔξω φιλήσω σε, καί γε οὐκ ἐξουδενώσουσίν μοι.
- παραλήμψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου
- καὶ εἰς ταμεῖον τῆς συλλαβούσης με·
- ποτιῶ σε ἀπὸ οἴνου τοῦ μυρεψικοῦ,
- εὐώνυμος αὐτοῦ ὑπὸ τὴν κεφαλὴν μου.
- ἀπὸ νάματος ῥοῶν σου.
- καὶ ἡ δεξιὰ αὐτοῦ περιλήμψεταί με.
- Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
- ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
- ἐὰν ἐγείρητε καὶ ἐξεγείρητε τὴν ἀγάπην ἕως ἂυ θελήσῃ.
- Tίς αὕτη ἡ ἀναβαίνουσα λελευκαθισμένη.
- ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς;
- Ὑπὸ μῆλον ἐξήγειρά σε·
- ἐκεῖ ὠδίνησέν σε ἡ μήτηρ σου,
- ἐκεῖ ὠδίνησέν σε ἡ τεκοῦσά σου.
- θές με ὡς σφραγῖδα ἐπὶ τὴν καρδίαν σου, [*](9 χειλεσιν] pr εν A 12 ειδωμεν U+05D0 13 μανδραγορες A | οσμην] + U+05D0A τπων U+05D0 | ημων] υμων A V III 1 αδελφιδε A | εξουδενησουσιν A | μοι] με a(vid)c.a A 2 εις 2⁰] pr εισαξω σε U+05D0ᵃn mg | ταμειον (μιον U+05D0)] ταμιον A | υ| μου BᵃᵇA 3 η δεξια] om η A 4 εαν] τι U+05D0A | εξεγειρητε]| pr Bᵃᵇ pr τι U+05D0 c.aA 5 τις] pr αι θυγατερες και αι βασιλισσαι και οι του μφιου ειπαν | λελευκανθισμενη U+05D0Α | υπο] pr ο νυμφιος ταδε προς την μφην U+05D0 pr ο νυμφιος A | σου 2⁰] σε BᵇU+05D0c.a)
- ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου·
- ὅτι κραταιὰ ὡς θάνατος ἀγάπη,
- σκληρὸς ὡς ᾂδης ζῆλος·
- περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
518
[*](B)- ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴυ ἀγάπην,
- καὶ ποταμοὶ οὐ συνκλύσουσιν αὐτήν.
- ἐὰν δῷ ἀνὴρ τὸν πάντα βίον αὐτοῦ ἐν τῆ ἀγάπῃ,
- ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
- Ἀδελφὴ ἡμῖν μικρὰ καὶ μαστοὺς οὐκ ἔχει.
- τί ποιήσωμεν τῇ ἀδελφῇ ἡμῶν
- ἐν ἡμέρᾳ ᾗ ἐὰν λαληθῇ ἐν αὐτῇ;
- εἰ τεῖχός ἐστιν, οἰκοδομήσωμεν ἐπʼ αὐτὴν ἐπάλξεις ἀργυρᾶς·
- καὶ εἰ θύρα ἐστίν, διαγράψωμεν ἐπʼ αὐτὴν σανίδα κεδρίνην.
- Ἐγὼ τεῖχος, καὶ μαστοί μου πύργοι·
- ἐγὼ ἤμην ἐν ὀφθαλμοῖς αὐτῶν ὡς εὑρίσκουσα εἰρήνην.
- ἀμπελὼν ἐγενήθη τῷ Σαλωμὼν ἐν Βεεθλαμών·
- ἔδωκεν τὸν ἀμπελῶνα αὐτοῦ τοῖς τηροῦσιν,
- ἀνὴρ οἴσει ἐν καρπῷ αὐτοῦ χιλίους ἀργυρίου.
- ἀμπελών μου ἐμὸς ἐνώπιόν μου·
- οἱ χίλιοι Σαλωμών, καὶ οἱ διακόσιοι
- τοῖς τηροῦσι τὸν καρπὸν αὐτοῦ.
- Ὁ καθήμενος ἐν κήποις,
- ἑταῖροι προσέχοντες τῇ φωνῇ σου· ἀκούτισόν με.