Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Τί δψεοθε ἐν τῆ Σουμανείτιδις
- ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν.
- (2) Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν,
- θύγατερ Ναδάβ.
- ὀυθμοὶ μηρῶν σου ὃμοιοι ὁρμίσκοις.
- ἔργον τεχνίτου.
- ὀμφαλός σου κρατὴρ τορευτός,
- μὴ ὑστερούμενος κρᾶμα·
- κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις.
- δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·
- ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος.
- οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἐσεβῶν,
- ἐν πύλαις θυγατρὸς πολλῶν.
- μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου
- σκοπεύωυ πρόσαοπον Δαμασκοῦ.
- κεφαλή σου ἐπὶ σέ ὡς Κάρμηλος,
- καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα,
- βασύιεὺς δεδεμένος ἐν παραδρομαῖς.
- τί ὡραιώθης, καὶ τί ἡδύνθης,
- ἀγάπη, ἐν τρυφαῖς σους
- τοῦτο μέγεθός σου·
- ὡμοιώθης τῷ φοίνικι,
- καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.
- εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι,
- κρατήσω τῶυ ὕψεωυ αὐτοῦ·
- καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου,
- καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,
- καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός,
- πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, [*](U+05D0A)[*](VII 1 τι]| pr ταςπ βασιλισσσαις και ταις θυγατρασιν ο νυμφιος ταδε U+05D0 | Σουμανειτιδι]) Σουλαμιτιδι U+05D0A | ωραιωθησαν] pr τι A | Ναδαβ| Αμιναδαβ A | εργον] εργω χειρων A 2 κραματος U+05D0A | θειμωνια U+05D0 4 ο τραχηλας om ο U+05D0A | οι οφθαλμοι] om οιU+05D0A 6 ηδυνθης] ηδυνηθης U+05D0 7 ωμοιωθη ομοιωθητι U+05D0 ωμοιωθη A (c praec coniung) | βοτρσι A 8 επι] εσ A | κρατησω| pr και U+05D0* (om και U+05D0c.a) | om και 10 U+05D0* (hab U+05D0c.ᵃ ᵃ) 9 ο λαρυγξ]] om ο U+05D0A* (superscr Aᵃ?) | ο αγαθος] om ο A | πορευομενος] pr η νυμφη U+05D0)
- ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.
517
- Ἐγὼ τῷ ἀδελφιδῷ μου.
- καὶ ἐπʼ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.
- ἐλθὲ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν.
- αὐλισθῶμευ ἐν κώμαις·
- ὀρθρίσωμεν εἰς ἀμπελῶνας,
- ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος,
- ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥὸαι·
- ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.
- οἱ μανδραγόραι ἔδωκαν ὀσμήν,
- καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα,
- νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.