Canticum
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καταβήτω ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ
- καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ.
- (¹)Εἰοῆλθον εἰς κῆπον, ἀδελφή μου νύμφη·
- ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου,
- ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου,
- ἔπιον οἶνόν μου μετὰ γάλακτός μου.
- φάγετε, πλησίοι, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί
- Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ [*](U+05D0A)[*](9 μια] ενι U+05D0c.a | τραχηλου U+05D0A 10 σου 1⁰] +αδελφη μου (νου U+05D0* μου U+05D01) νυμφη| οτι εκαλλιωθησαν (-ωθη U+05D0) μαστοι σου Bᵇ⁽ᵛⁱᵈ)U+05D0A | ιματιων] μυρων U+05D0 | αρωματα] pr τα U+05D0A 13 αποστολη U+05D0c.a (-λαι U+05D0*c.a) | παραδεισος] +ροων U+05D0c.a A* (ras ρ. A?) 14 καλαμον U+05D0* (-μος U+05D0c.a) | κιναμμωμον U+05D0* (κινναμωμος U+05D0c.a) | Λιβανου] Λαβανου U+05D0*ᵛⁱᵈ | ζμυρνα U+05D0 | αλωθ] αλοη U+05D0 pr και U+05D0c.a | πρωτων] των A* (πρωτ. Aᵃ) 15 κηπου] κηπων U+05D0A | om και 1⁰ U+05D0A 16 εξεγερθητι] pr η νυμφη Aᵃ?ᵐᵍ | om και 2⁰ A V 1 καταβητω] pr η νυμφη αιτειται τον πρα ινα| καταβη ο νυμφιος αυτου U+05D0 | αυτου 1⁰] μου A | εισηλθον] pr ο νυμφιος προς την νυμφην U+05D0 pr ο νυμφιος A | κηπον 2⁰] + μου U+05D0c.aA | σμυρναν] σταφυλην U+05D0 | φαγετε] pr τοις πλησιον ο νυμφιος U+05D0 | πλησιοι] οι πλησιον μου U+05D0c.a οι πλησιον A)
- φωνὴ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν [*](Β)
- Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου.
- περιστερά μου, τελεία μου,
- ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου
- καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
513
- ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;
- ἐνιψάμην τοὺς πόδας μου, πῶς μολυνῶ αὐτούς;
- ἀδελφιδός μου ἀπέστειλεν χεῖρα αὐτοῦ ἀπὸ τῆς ὀπῆς.
- καὶ ἡ κοιλία μου ἐθροήθη ἐπʼ αὐτόν.
- ἀνέστην ἐγὼ ἀνοῖξαι τῷ ἀδελφιδῷ μου.
- χεῖρές μου ἔσταξαν σμύρναν,
- δάκτυλοί μου σμύρναν πλήρη
- ἐπὶ χεῖρας τοῦ κλείθρου.
- ἤνοιξα ἐγὼ τῷ ἀδελφιδῷ μου,
- ἀδελφιδός μου παρῆλθεν·
- ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ·
- ἐζήτησα αὐτὸν καὶ οὐχ εὖρον αὐτόν,
- ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέν μου.
- εὕροσάν με οἱ φύλακες οἱ κυκλοῦντες ἐν τῇ πόλει.
- ἐπάταξάν με, ἐτραυμάτισάν με·
- ἦραν τὸ θέριστρόν μου ἀπʼ ἐμοῦ φύλακες τῶν τειχέων
- Ὥρκισα ὑμᾶς, θυγατέρες Ἰερουσαλήμ,
- ἐν ταῖς δυνάμεσιν καὶ ἐν ταῖς ἰσχύσεσιν τοῦ ἀγροῦ,
- ἐὰν εὕρητε τὸν ἀδελφιδόν μου, τί ἀπαγγείλητε αὐτῷ;
- ὅτι τετρωμένη ἀγάπης ἐγώ.
- Τί ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ἡ καλὴ ἐν γυναιείν,
- τἰ ἀδελφιδός σου ἀπὸ ἀδελφιδοῦ, ὅτι οὕτως ὥρκισας ἡμᾶς;
- Ἀδελφιδός μου λευκὸς καὶ πυρρός, [*](2 φωνη] pr η νυμφη εσθετε τον νυμφιον| κρουοντα επι την θυραν U+05D0 | ανοιξον] U+05D0A η νυμφη ταδε U+05D0* (unc incl et pr ο νυμφιος U+05D0¹) | οι βοστρυχοι (βοστριχοι U+05D0)] a οι U+05D0* (hab οι U+05D0c.a) | ψεχαδων U+05D0 3 εξεδυσαμην] pr η νυμφη ταδε U+05D0 pr νυμφη A 5 ανοιξοι εγω U+05D0 | χειρες] pr αι A? ᵐᵍ | επι χ. τ. κλ. c seqq niung BU+05D0 6 παρηλθεν] ε ex θ corr U+05D0? | ψυχη] pr η A | εξηλθεν] ηλθεν U+05D0 | ουχ υπηκουσεν] ουκ επηκουσεν A 7 om μου U+05D0 8 αδελφιδον] ελφον U+05D0* (-φιδον U+05D0c.a) | τι απαγγειλητε] απαγγειλατε U+05D0 | τετρωμενη αγαπης] απης τετρωμενης U+05D0* (-νη U+05D0c.a) | εγω] ειμι Ba et(sup ras) b pr ειμι U+05D0A 9 τι ] pr αι θυγατερες Ιηλμʼ και οι φυ|λακες πυν των τιχεων| πυνθανονται της μφης U+05D0 | σου 1⁰] μου U+05D0* (σου U+05D0c.a) | αδελφιδου 1⁰] + μου U+05D0* (om μου U+05D0c.a) αδελφιδος] pr η νυμφη σημαινι τον α|δελφιδον οποιος εστιν U+05D0)
- ἐκλελοχισμένος ἀπὸ μυριάδων.
514
[*](B)- κεφαλὴ αὐτοῦ χρυσίον καὶ φάζ,
- βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ.
- Ζφθαλμοὶ αὐτοῦ ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων
- λελουσμέναι ἐν γάλακτι,
- καθήμεναι ἐπὶ πληρώματα.
- σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος φύουσαι μυρεψικά,
- χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη.
- χεῖρες αὐτοῦ τορευταὶ χρυσαῖ πεπληραομέναι Θαρσείς.
- κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου.
- κνῆμαι αὐτοῦ στύλοι μαρμάρινοι
- τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς·
- εἶδος αὐτοῦ ὡς Λίβανος, ἐκλεκτὸς ὡς κέδροι.