Canticum

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Ἰδοὺ εἶ καλὴ πλησίον μου, ἰδοὺ εἶ καλή.
  2. ὀφθαλμοί σου περιστεραὶ
  3. ἐκτὸς τῆς σιωπήσεώς σου.
  4. τρίχαμά σου ὡς ἀγέλαι τῶν αἰγῶν
  5. αἳ ἀπεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ.
  1. ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμέναων
  2. αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ,
  3. αἱ πᾶσαι διδυμεύουσαι,
  4. καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.
  1. ὡς σπαρτίον τὸ κόκκινον χείλη σου,
  2. καὶ ἡ λαλιά σου ὡραία·
  3. ὡς λέπυρον ῥόας μῆλόν σου
  4. ἐκτὸς τῆς σιωπήσεως σου.
  1. ὡς πύργος Δαυεὶδ τράχηλός σου,
  2. ὁ ᾠκοδομημένος εἰς Θαλπιώθ.
  3. χίλιοι θυρεοὶ κρέμανται ἐπʼ αὐτόν,
  4. πᾶσαι βολίδες τῶν δυνατῶν.
  1. δύο μαστοί σου ὡς δύο νεβροὶ δἰδυμοι δορκάδος
  2. οἱ νεμόμενοι ἐν κρίνοις.
  1. ἕως οὗ διαπνεύσῃ ἡ ἡμέρα καὶ κινηθῶσιν αἱ σκιαί,
  2. πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σμύρνης
  3. καὶ πρὸς τὸν βουνὸν τοῦ Λιβάνου.
  1. ὅλη καλὴ εἶ πλησίον μου, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί.
  2. δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου·
  3. ἐλεύσῃ καὶ διελεύσῃ ἀπὸ ἀρχῆς πίστεως.
  4. ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἑρμών,
  5. ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων.
  1. ἐκαρδίωσας ἡμᾶς, ἀδελφή μου νύμφη·
  2. ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου,
  3. [*](1V 1 πλησιον] pr η U+05D0A | αι]| οι U+05D0* (αι U+05D0c.a) | απο] εκ U+05D0 2 αυταις] U+05D0A αυτοις A 3 το κοκκινον] om το A | ροας] pr της A 4 οικοδομημενος U+05D0ᵈ | εις] εν U+05D0* (εις U+05D0c.a) | Θαλφιωθ A | βολιδες] pr αι U+05D0 5 νεβροι] νεβλοι U+05D0c.a(?) | διδυμοι] + δι U+05D0* (improb U+05D0¹) 6 om ου A | η ημερα] om η U+05D0* (hab U+05D0c.a) | ζμυρνης U+05D0 | τον βουνον] om τον Bᵃᵇ 7 ει καλη U+05D0 | πλησιον] pr η U+05D0A 8 απο 3⁰] απ U+05D0A | Σανιειρ U+05D0 | Ερμων] Αερμων U+05D0A 9 ενι]| εν A)
    512
    [*](B)
  4. ἐν μιᾷ, ἐν θέματι τραχήλων σου.
  1. τί ἐκαλλιώθησαν μαστοί σου ἀπὸ οἴνου,
  2. καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα ἀρώματα
  1. κηρίον ἀποστάζουσιν χείλη σου, νύμφη·
  2. μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου,
  3. καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ Λβάνου.
  1. κῆπος κεκλεισμένος ἀδελφή μου νύμφη,
  2. κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη·
  1. ἀποστολαί σου παράδεισος μετὰ καρποῦ ἀκροδρύων,
  2. κύπροι μετὰ νάρδων·
  1. νάρδος καὶ κρόκος,
  2. κάλαμος καὶ κιννάμαωμον
  3. μετὰ πάντων ξύλων τοῦ Λιβάνου,
  4. σμύρνα ἀλὼθ μετὰ πάνταον πρώτων μύρων·
  1. πηγὴ κήπου καὶ φρέαρ ὕδατος ζῶντος
  2. καὶ ῥοιζοῦντος ἀπὸ τοῦ Λιβάνου.
  1. Ἐξεγέρθητι, βορρᾶ· καὶ ἔρχου. νότε,
  2. καὶ διάπνευσον κῆπόν μου, καὶ ῥευσάτωσαν ἀρώματά μου.