Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται,
  2. ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
  1. ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων οὐκ ἀγαθός,
  2. ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
  1. σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος,
  2. καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
  1. ὁ ἐλέγχων ἀνθρώπου ἱδοὺς
  2. χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
  1. ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα καὶ δοκεῖ μὴ ἁμαρτάνειν,
  2. οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
  1. ἄπιστος ἀνὴρ κρίνει εἰκῆ,
  2. ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.
  1. ὃς πέποιθεν θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων·
  2. ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.
  1. ὃς δίδωσιν πτωχοῖς οὐκ ἐνδεηθήσεται,
  2. ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ ἐν πολλῇ ἀπορίᾳ
  3. ἔσται.
  1. ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι,
  2. ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
  • κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου,
  • ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.
    1. ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί,
    2. [*](17 ασφαλια U+05D0 17a υπακουσεις U+05D0* -σει U+05D0c.a -ση A 18 δικαιος U+05D0A U+05D0* (-ως U+05D0c.a) | εμπλακησεται] εμπλακησετ sup ras B¹fort 20 αξιοπιστο- τερος A 24 αποβαλλεται] αποβιαζεται A 25 απιστος] απληστος A | ος] ο U+05D0* (ος U+05D0c.a) 27 πτωχοις] pro ο inst θ U+05D0? | απορεια U+05D0 28 στε- νουσιν U+05D0A | απωλια U+05D0 XXIX 1 εστιν] εσται U+05D0A 2 εγκωμιαζομενων δικαιων] εγκωμιαζομενου δε δικαιου A)
      476
      [*](B)
    3. ἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες.
    1. ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ,
    2. ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον.
    1. βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,
    2. ἀνὴρ δὲ παράνομος κατασκάπτει.
    1. ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,
    2. περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.
    1. ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,
    2. δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.
    1. ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,
    2. ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν,
    3. καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
    1. ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν,
    2. σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.
    1. ἀνὴρ σοφὸς κρίνει ἔθνη,
    2. ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ
    3. καταπτήσσει.
    1. ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,
    2. οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.
    1. ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,
    2. σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.