Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
474
[*](B)- δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, [*](¶C)
- ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.¶
- ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς.
- ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
- οὕτως οἱ ἐγκαταλιπόντες τὸν νόμον ἐγκωμιάζουσιν ἀσέβειαν·
- οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
- ἄνδρες κακοὶ οὐ συνήσουσιν κρίμα,
- οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντί.
- κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ πλουσίου ψευδοῦς.
- φυλάσσει νόμον υἱὸς συνετός,
- ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα.
- ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ
- μῶνπλεονασ
- τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
- ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου,
- καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
- ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ
- εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται,
- οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθὰ
- καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
- σοφὸς παρʼ ἑαυτῷ ἀνὴρ πλούσιος,
- πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
- διὰ βοήθειαν δικαίων πολλὴ γίνεται δόξα,
- ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
- ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται,
- ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
- μακάριος ἀνὴρ ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν,
- ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
- λέων πεινῶν καὶ λύκος διψῶν
- ὃς τυραννεῖ πτωχὸς ὢν ἔθνους πενιχροῦ.
- βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, [*](U+05D0AC)[*](XXVIII 2 δι] δια AC | κρισις U+05D0 4 εγκαταλειποντες A | εγκωμια- ζουσιν] pr και U+05D0* (om U+05D0c.a) 5 συνησουσιν 1⁰] νοησουσιν BᵃᵇU+05D0 6 εν αληθεια πλουσιου] εν αλ. πλουσιο sup ras B¹fort om εν αληθεια U+05D0* (hab U+05D0c.a): πλουσιους U+05D0* (-σιου U+05D0?) 7 νομους U+05D0* (νομον U+05D0¹) | πατερα] +αυτου U+05D0c.a A 8 πλεονασμων] pr με U+05D0* (om U+05D0¹) | ελεουντι BᵃᵇU+05D0A 9 μη] pr του A 10 αγαθα] pr εις U+05D0 αγαθας A 12 βοηθιαν U+05D0 13 εαυτου] αυτου U+05D0A 14 om δι U+05D0* (hab U+05D0c.a) | ευλαβιαν B* (-βειαν Bᵃᵇ) 15 πίνων (sic) Bᵇ | εθνου A 16 προσοδων] χρηματων U+05D0c.a)
- ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
475
- ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος
- φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ.
- aπαίδευε υἱὸν καὶ ἀγαπήσει σε,
- καὶ δώσει κόσμον τῇ σῇ ψυχῇ·
- οὐ μὴ ὑπακούσῃς ἔθνει παρανόμῳ.
- ὁ πορευόμενος δικαίως βεβοήθηται,
- ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
- ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων,
- ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.