Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας
  2. τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους,
  1. οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς
  2. καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῇ,
  1. ὧν αἱ τρίβοι σκολιαὶ καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν,
  1. τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας
  2. καὶ ἀλλότριον τῆς δικαίας γνώμης.
  3. υἱέ, μή σε καταλάβῃ κακὴ βουλή,
  1. ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος,
  2. καὶ διαθήκην θείαν ἐπιλελησμένη.
  1. ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς,
  2. καὶ παρὰ τῷ ᾄδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς·
  1. πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν
  2. οὐδὲ μὴ καταλάβωσιν τρίβους εὐθείας·
  1. εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς.
  2. οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.
  3. εὕροσαν ἂν τρίβους δικαιοσύνης λείους.
[*](6 συνεσεις A 7 κατορθουσιν U+05D0Α κατορθωσιν C | υπερασπιει] + δε U+05D0c.a | U+05D0AC ποριαν U+05D0AC 8 οδους] οδον AC 9 αυξονας A (item 18) 10 η σοφια] σοφια U+05D0* (η σ. U+05D0c.a) | ειναι] ειη A*fort 12 om σε A 13 εγκατα- λιποντες U+05D0 15 τροχειαι B* (τροχιαι Bᵇ U+05D0A) 17 απολιπουσα U+05D0 19 πορευοιμενοι U+05D0 | καταλαμβανωνται A)
420
[*](B)
  1. ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν,
  2. καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ·
  1. ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται,
  2. οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπʼ αὐτῆς.
  1. Υἰέ, ἐμῶν νομίμων μὴ ἐπλανθάνου,
  2. τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία·
  1. μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσίν σοι.