Proverbia
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,
- ὑπακούσεται σοφίας τὸ οὗς σου,
- καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν,
- παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.
- ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ
- καὶ τῇ συνέσει δῷς φωνήν σου,
- καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον
- καὶ ὡς θησαυροὺς ἐξεραυνήσῃς αὐτήν·
419
- τότε συνήσεις φόβον Κυρίου, [*](Β)
- καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις.
- ὅτι Κύριος δίδωσιν σοφίαν,
- καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·
- καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν,
- ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν ⁸τοῦ φυλάξαι ὁδοὺς
- δικαιωμάτων,
- καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει
- πότε συνήσεις δικαιοσύνην καὶ κρίμα,
- καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.
- ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν,
- ἡ δὲ αἴοθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ.
- βουλὴ καλὴ φυλάξει σε,
- ἔννοια δὲ ὁσία τηρήσει σε·
- ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς
- καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδέν πιστόν.