Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,
  2. καὶ πρὸ δόξης ταπεινοῦται.
  1. ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
  2. ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
  1. θυμὸν ἀνδρὸς πρᾳύνει θεράπων φρόνιμος,
  2. ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
  1. καρδία φρονίμου κτᾶται αἴσθησιν,
  2. ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.
  1. δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν,
  2. καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
  1. δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·
  2. ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.
  1. ἀντιλογίας παύει σιγηρός,
  2. ἐν δὲ δυναστείαις ὁρίζει.
[*](4 αναπηδυει BU+05D0A 6 αυτον] αυτα A | θρασυν A U+05D0 ανδρογυναιων U+05D0AC U+05D0* (-γυνων U+05D0c.a) 9 αυτον] εαυτον U+05D0c.aA 10 Κυριου] κω (κυ U+05D0c.a) | om δε U+05D0* (hab U+05D0c.a) | προσδραμουντες U+05D0* (-μοντες U+05D0?) 11 υπαρξεις A | μεγα] μεγαλα U+05D0c.a | επισκιαζει] επισκειασει A 13 αυτω bis scr A | εστι C 14 υποισει] οιποισει U+05D0* (υπ. U+05D0 c.a) 16 ενπλατυνει U+05D0 (-νι) AC 18 σιγηρος] adpinx κληρος U+05D0c.a mg | δυναστιαις U+05D0 δυνασταις AC)
452
[*](B)
  1. ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,
  2. ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
  1. ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,
  2. ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.
  1. θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,
  2. οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
  1. ὃς εὗρεν γυναῖκα ἀγαθὴν εὗρεν χάριτας,
  2. ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα·
  1. ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά,
  2. ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.
  1. ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,
  2. τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.
  • πλοῦτος προστίθησιν φίλους πολλούς,
  • ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται.
    1. μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
    2. ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται.
    1. πολλοὶ θεραπεύουσιν πρόσωπα βασιλέων,
    2. πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί.
    1. πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται·
    2. ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ,
    3. ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν.
    4. ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν,
    5. ὃς δὲ ἐρεθίζει λόγους οὐ σωθήσεται.
    1. ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτόν,
    2. ὃς δὲ φυλάσσει φρόνησιν εὑρήσει ἀγαθά.
    1. μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται,
    2. ͎܎ҏďĎ̠εἰμι ἢ δράκων,
    3. ὅτι κατέταξας ἐπʼ ἐμέ φυλ
    1. οὐ συμφέρει ἄφρονι τρυφή,
    2. καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν.