Proverbia

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.
  2. ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
  1. καρδία δὲ ἄφρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.
  2. οὐκ εὐφραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,
  3. υἱὸς δὲ φρόνιμος εὐφραίνει μητέρα αὐτοῦ.
  1. καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ,
  2. ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
  1. λαμβάνοντος δῶρα ἐν κόλποις ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,
  2. ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
  1. πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ,
  2. οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπʼ ἄκρα γῆς.
  1. ὀργὴ πατρί ἐστιν υἱὸς ἄφρων,
  2. καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
  1. ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,
  2. οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
  1. ὃς φείδεται ῥῆμα προελέσθαι σκληρὸν ἐπιγνώμων,
  2. μακρόθυμος δὲ ἀνὴρ φρόνιμος.
  1. ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθήσεται,
  2. ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει φρόνιμος εἶναι.
  • προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων,
  • ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
    1. οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν,
    2. μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ.
    [*](U+05D0A)[*](16 γαρ] δε A | σοφιας A 17 φιλος] pr ο U+05D0 c.a 18 εγγυην] εγγυη U+05D0?A | τον εαυτ. φιλον U+05D0c.aA 19 χαιρει] κειρει A 21 επι] εφ A | ευφραινει] ευφρανει A 23 κολπω U+05D0A | αδικω U+05D0 25 om εστιν U+05D0c.aA | αυτου] αυτον BU+05D0?c.a 27 προελεσθαι] προεσθαι U+05D0c.aA 28 σοφιαν] σοφια U+05D0? oms A XVIII 2 αγεται] αγαγεται A)
    451
    1. ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ,
    2. [*](B)
    3. ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
    1. ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός,
    2. ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
    1. θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,
    2. οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
    1. χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά,
    2. τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
    1. στόμα ἄφρονος συντριβὴ αὐτῷ,
    2. τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
    1. ὀκνηροὺς καταβάλλει φόβος,
    2. ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
    1. ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ
    2. ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
    1. ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου,
    2. αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
    1. ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,
    2. §ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.