Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ἐξομολογησάσθωσαν πάντες τῷ ὀνόματί σου τῷ μεγάλῳ,
  • ὅτι φοβερὸν καὶ ἄγιόν ἐστιν.
  • καὶ τιμὴ βασλέως κρίσιν ἀγαπᾷ·
  • σὺ ἡτοίμασας εὐθύτητας,
  • κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.
  • ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν,
  • καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
  • ἄγιός ἐστιν (6)Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ
  • καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·
  • ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτοῖς,
  • ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς·
  • ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ,
  • καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς.
  • Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·
  • ὁ θεός, εὐίλατος ἐγίνου αὐτοῖς,
  • καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
  • ὑψοῦτε Κύριον τὸν θεὸν ἡμῶν,
  • καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,
  • ὅτι ἅγιος Κύριος ὁ θεὸς ἡμῶν.
  • Ψαλμὸς εἰς ἐξομολόγησιν.
  • Ἀλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,
  • δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,
  • εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
  • γνῶτε ὅτι Κύριος, αὐτός ἐστιν ὁ θεός·
  • αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
  • [*](2 Σιων Bᵇ (‟sic et inferius pluries”) A | λαους] in λα ras aliq Bᵃ? 3 εξο- U+05D0ART μολογισθωσαν U+05D0*c.b (εξομολογησασθ. U+05D0c.a) | om παντες U+05D0AT 4 om και τιμη.. αγαπα U+05D0* (hab U+05D0c.a) 5 τω υποποδιω] το υποποδιον R 6 αγιος] pr οτι U+05D0c.a RT οτι αγιον A | Μωυσης inc stich in ART | επηκουσεν αυτοις] εισηκουσεν αυτων U+05D0Α εισηκουεν αυτων Τ επηκουσεν αυτους R 7 εφυλασσον] pr οτι U+05D0c.a AT | τα προσταγματα α] το προσταγμα ο U+05D0* τα προσταγματα αυτου α U+05D0c.a AT 8 επηκουσας U+05D0* (επηκουες U+05D0c.a) | αυτων 1⁰] αυτους R | ευιλατος] pr συ Bᵃ?ᵇU+05D0ART | εγινου] εγενου U+05D0* (εγεινου U+05D0c.a) 9 προσκυνητε Rvid | Stich 22 BU+05D0R 24 A 23 T XCIX 1 κυριω 1°] θεω RT 2 εισελθετε U+05D0* (-θατε U+05D0c.a) 3 ο θεος] + ημων U+05D0c.a AT | ουχι R)
    346
    [*](Β)
  • λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
  • εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
  • τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·
  • ἐξομολογεῖσθε αὐτῷ,
  • αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
  • ὅτι χρηστὸς Κύριος,
  • εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
  • καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.
  • Τῷ Δαυεὶδ ψαλμός.
  • Ἔλεος καὶ κρίσιν ἄσομαί σοι, Κύριε·
  • ψαλῶ καὶ συνήσω ἐν ᾠδῇ ἀμώμῳ· πότε ἥξεις πρὸς μέ;
  • διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου, ἐν μέσῳ τοῦ οἴκου μου.
  • οὐ προεθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον,
  • ποιοῦντας παραβάσεις ἐμίσησα·
  • οὐκ ἐκολλήθη μοι καρδία σκαμβή,
  • ἐκκλίνοντος ἀπʼ ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
  • τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον
  • ἐξεδίωκον·
  • ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ
  • συνήσθιον.
  • οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς.
  • τοῦ συνκαθῆσθαι αὐτοὺς μετʼ ἐμοῦ·
  • πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
  • οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν·
  • λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀφθαλμῶν μου.
  • εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς,
  • τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως Κυρίου πάντας τοὺς ἐργαζομένους
  • τὴν ἀδικίαν.