Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ
  • καὶ ἑναντίον Κυρίου ἐκχέῃ τὴν
  • δέησιν αὐτοῦ.
  • Εἰσάκουσον, Κύριε. τῆς προσευχῆς μου.
  • καὶ ἡ κραυγὴ μου πρὸς σέ ἐλθάτω.
  • μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ·
  • ἐν ἦ ἂν ἡμέρᾳ θλίβωμαι, κλῖνον τὸ οὗς σου πρὸς μέ
  • ἐν ἦ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
  • ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου.
  • καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν.
  • ἐπλήγην ὡσεὶ χόρτος καὶ ἐξηράνθη ἡ καρδία μου.
  • ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου.
  • ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου ἐκολλήθη τὸ ὀστοῦν μου
  • τῇ σαρκί μου.
  • ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.
  • ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
  • ἠγρύπνησα καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ
  • δώματι.
  • ὅλην τὴν ἡμέραν ὠνεἰδιζόν με οἱ ἐχθροί μου.
  • καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον.
  • ὅτι σπδὸν ὡσεὶ ἄρτον ἔφαγον,
  • καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων,
  • ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου.
  • ὅτι ἐπάρας κατέρραξάς με.
  • αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν.
  • καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην.
  • οὐ δέ, Κύριε. εἰς τὸν αἰῶνα μένεις.
  • καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
  • σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σειών,
  • ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτήν, ὅτι ἤκει καιρός.
  • [*](CI 1 εναντιον] ενωπιον U+05D0 εναντι A 2 κε εισακουσον U+05D0AT | τη προσευ· U+05D0ART χην R | ελθετω BcU+05D0c.aR* 3 θλιβομαι U+05D0AT | προς με το ους σου U+05D0AT | om προς με B*vid | αν 2°] α A* (ν superscr Aᵃ?) | επικαλεσομαι A | εισακουσον] επακουσον U+05D0Τ 4 εξελειπον AT 5 επληγη U+05D0* (ν superscr U+05D0c.a) 6 το οστουν] τα οστα R 7 ωμοιωθη A* (ν superscr Aᵃ?) U+05D0 εγενηθην] εγενο- μηνU+05D0c.aAT | ωσει στρουθιον] ωστρουθιον A ως στρ. | μοναζων A 11 κατε- ραξας U+05D0* (κατερρ. U+05D0c.a) T 12 σκιαι U+05D0c.a T | και εγω] κἀγω Bc | εξηρανθησαν U+05D0* (-θην U+05D0c.a) 14 οικτοησης T | Σιων BᵇU+05D0A | καιρος 1⁰] pr ερχεται R*)
    348
    [*](B)

  • ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς,
  • καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσιν·
  • καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου, Κύριε,
  • καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου·
  • ὅτι οἰκοδομήσει Κύριος τὴν Σειών,
  • καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
  • ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν,
  • καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.
  • γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν,
  • καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον·
  • ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ,
  • Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν·