Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια;
  • ἢ ἰατροὶ ἀναστήσουσιν καὶ ἐξομολογήσονταί σοι;
  • μὴ διηγήσεταί τις ἐν τάφῳ τὸ ἔλεός σου,
  • καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλίᾳ ;
  • μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου,
  • καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;
  • κἀγώ, Κύριε, πρὸς σέ ἐκέκραξα,
  • καὶ τὸ πρωὶ ἡ προσευχὴ μου προφθάσει σε.
  • ἵνα τί, Κύριε, ἀπωθεῖς τὴν προσευχὴν μου.
  • ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ;
  • πτωχός εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου,
  • ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην.
  • ἐπ᾿ ἐμὲ διῆλθον αἱ ὀργαί σου,
  • καὶ οἱ φοβερισμοί σου ἐτάραξάν με.
  • ἐκύκλωσάν με ὡς ὕδωρ ὅλην τὴν ἡμέραν.
  • περιέσχον με ἄμα.
  • ἐμάκρυνας ἀπʼ ἐμοῦ φίλον
  • καὶ τοὺς γνωστοὺς μου ἀπὸ ταλαιπαωρίας.
  • Συνέσεως Αἰθὰν τῷ Ἰσραηλείτῃ.
  • Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι,
  • εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ
  • στόματί μου.
  • [*](U+05D0ΑRT)[*](10 πτωχιας U+05D0AT | om και U+05D0AT | ολην την ημ. c seqq coniung U+05D0RT) τας χειρας μου] +προς σε Bᵃ⁽ᵛⁱᵈ⁾R pr προς σε Bᵇ⁽ᵛⁱᵈ)U+05D0c.ᵃAT 11 ποιησης 12 ταφω] pr τω U+05D0c.ᵃ T | απωλεια Bᵃᵇ 13 γνωσθησεται] γνωσθητω U+05D0c.ᵃ (-θησεται U+05D0c.b 14 καγω] και εγω U+05D0AT | προς σε Κυριε U+05D0ΑΤ | προ- φθαση T 15 επωθεις R | προσευχην] ψυχην U+05D0¹ (rescr πωθεις την ψ. μο) AΤ | απ εμου το προσωπον σου R 16 εν κοποις και U+05D0* (και εν κοποις U+05D0c.ᵃ) | om και εξηπορηθην A* (hab κ εξεπορηθη Aᵃ (ᵐᵍ) 17 om και U+05D0c.ᵃA* (hab Aᵃ) Τ | εταραξαν] εξεταραξαν U+05D0ΑRT 18 ως] ωσει U+05D0c.ᵃΤ 19 φιλον] +και πλησιον U+05D0c.ᵃΑRT Stich 38 BART 37 U+05D0 LXXXVIII 1 Αιθαν] Αιμαν R Αιθαμ Τ | Ισραηλιτη Βb AT Ισραηλειτης R 2 ασωμαι T | om και R* (hab R¹) | απαγγελλω R*)
    331

  • ὅτι εἶπας Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται,
  • [*](B)
  • ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου·
  • διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου.
  • ὤμοσα Δαυεὶδ τῷ δούλῳ μου
  • Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.
  • καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.
  • διάφαλμα.
  • ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε,
  • καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
  • ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ κυρίῳ ;
  • καὶ τίς ὁμοιωθήσεται τῷ κυρίῳ ἐν υἱοῖς θεοὺ ;
  • ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
  • μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικυκλῶ αὐτοῦ.