Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·
  • ἀγαπᾄ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα
  • Ἰακώβ.
  • δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ.
  • διάψαλμα.
  • [*](U+05D0ΑRT)[*](9 προσκυνησου (sic) U+05D0 | δοξασωσιν T 10 om ο μεγας BcU+05D0AT 11 τη οδω] pr εν RT | τη αληθεια] pr εν U+05D0RT 12 om μου 1⁰ R* (hab Rᵃ) | καρδια] pr τη U+05D0c.ᵃ 13 ερυσω T 14 επανεστηστησαν U+05D0 | συναγωγη κραταιων] κραταιοι U+05D0* (συν. κρατ, U+05D0c.ᵃ) | εζητησαν] εξεζητησαν R | ου] pr και U+05D0c.ᵃΑR T | προσεθεντο U+05D0 15 θεος] + μου U+05D0c.ᵃ Τ | οικτειρμων U+05D0A 16 om σου 1° R 17 και 1⁰] ινα R* | με 1° B*ᵇ] σε Bᵃ | αισχυνθητωσαν] ευ- φρανθητωσαν R* Stich 36 BAT 35 U+05D0R LXXXVI 1 τοις υιους Rᵛⁱᵈ| ορεσι U+05D0Τ 2 Σιων ΒbA (?R) 3 om διαψαλμα Α* (hab διαψ Αa) T)
    329

  • μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·
  • [*](B)
  • καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Tύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι
  • ἐγενήθησαν ἐκεῖ
  • Μήτηρ Σειών. ἐρεῖ ἄνθρωπος.
  • καί Ἀνθρωπος ἐγενήθη ἐν αὐτῇ,
  • καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
  • Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν
  • γεγενημέναων ἐν αὐτῇ. διάψαλμα.
  • ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
  • Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κόρε· εἰς τὸ τέλος,
  • ὐπὲρ μαελέθ τοῦ ἀποκριθῆναι· συνέσεως Αἱμὰν τῷ Ἰσραηλείτη.
  • Κύριε ὁ θεὸς τῆς σωτηρίας μου.
  • ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου·
  • εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου.
  • κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου, Κύριε.
  • ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου.
  • καὶ ἡ ζωή μου τῷ ᾄδῃ ἤγγισεν.
  • προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον,
  • ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος,
  • ἐν νεκροῖς ἐλεύθερος·
  • ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης
  • ἔτι,
  • καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν·
  • ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,
  • ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου.
  • ἐπʼ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου,
  • καὶ πάντας τοὺς μετεαορισμοὺς σου ἐπʼ ἐμὲ ἐπήγαγες.
  • διάψαλμα.
  • ἐμάκρυνας τοὺς γνωστούς μου ἀπʼ ἐμοῦ,
  • [*](4 γινωσκουσι U+05D0* (-σιν U+05D0c.ᵃ) | om και 2⁰ R* | Αιθιοπων] pr των U+05D0c.ᵃ T | om U+05D0ΑRT ομτοι εγενηθησαν εκει U+05D0* (hab U+05D0c.ᵃ) 5 Σιων BᵇA 6 τουτου R | γεγεν- νημενων R | om διαφαλμα AT 7 κατοικια] + σου — Stich 10 BU+05D0 11 | AR 13 T L XXVII 1 om εις το τελος U+05D0 | Αιμαν] Αιθαμ A | Ισραηλιτη BᵇAΤ 2 εκεκραξα] κεκραξομαι A 3 εισελθατω U+05D0ΑRT | προσlευχη B* προσευ|χη Bᵇ | om Κυριε Bc (ᵛⁱᵈ)U+05D0T 5 προσελογισθης R* | ως] ωσει U+05D0ART 6 ερριμμενοι καθευδοντες] om ερριμμενοι U+05D0c.ᵃ AT καθευδοντες ερριμ. R* 7 εθετο U+05D0* (εθεντο U+05D0¹) | om εν 3⁰ U+05D0c.ᵃ Τ 8 ο θυμους Bedit | επηγαγες επ εμε U+05D0AT | om διαψαλμα A* (hab διαψ Aᵃ) T)
    330
    [*](B)
  • ἔθεντό με βδέλυγμα ἑαυτοῖς·
  • παρεδόθην καὶ οὐκ ἐξεπορευόμην.
  • οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας·
  • καὶ ἐκέκραξα πρὸς σέ, Κύριε, ὅλην τὴν ἡμέραν.
  • διεπέτασα τὰς χεῖράς μου·