Psalmi
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν.
τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ.
ὁ θεὸς (12)κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,
ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.
ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. διαψαλμα.
ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, χιονωθήσονται ἐν Σελμών.
ὄρος τοῦ θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον.
ἴνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα τὸ ὄρος ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος.
τὸ ἄρμα τοῦ θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· ὁ κύριος ἐν αὐτοῖς ἐν Σινά, ἐν τῷ ἁγία).
ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, [*] (7 ανδρεια Bᵃᵇ 8 την ερημον] εν τη ερημω U+05D0Rᵃ | om διαψαλμα U+05D0R Rᵃ 9 om του Σινα... του θεοy U+05D0* (hab U+05D0c.ᵃ) | τουτο Σiνα Bᵃᵇ (το superscr) 10 βροχhν] βρωσιν Rᵃ | εκουσιαν U+05D0c.ᵃ Rᵃ | την κληρονο- μιαν Rᵃ 12 om ο θς Bᵇ? post θς distinx U+05D0c.ᵃ 13 om του αγαπητου (2°) U+05D0Rᵃ | και ωρ. BU+05D0*c.ᵃ] τη ωρ. U+05D0c.ᵃ Rᵃ | διελεσθε Bᵃᵇ 14 μεσον] μεσα Rᵃ | περιαργυρωμεναι Rᵃ | χρυσου Rᵃ | om διαψαλμα Rᵃ 15 Σελμω Rᵃ 17 υπολαμβανεται B* (.τε Bᵃᵇ) U+05D0 | om ο θεος U+05D0 18 ο κυριος] om ο U+05D0c.ᵃ Rᵃ Σεινα U+05D0 Σιναιν Rᵃ 19 αναψας] ανεβης BᵃᵇU+05D0c.ᵃ (ανεβη U+05D0*) Rᵃ | ηχμαλω- τευσεν U+05D0U+05D0* (-σας U+05D0c.ᵃ)) 298
[*] (B) ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι.
Κύριος ὁ θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθʼ ἡμέραν. καὶ κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σαντηρίων ἡμῶν. διάψαλμα.
ὁ θεὸς ἡμῶν ὁ θεὸς τοῦ σώζειν, καὶ τοῦ κυρίου αἱ διέξοδοι τοῦ θανατου.
πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελίαις αὐτοῦ.
εἶπεν Κύριος Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης·
ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ.
ἐθεωρήθησαν αἱ πορίαι σου, ὁ θεός, αἱ πορίαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ·
προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.
ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, τὸν κύριον ἐκ πηγῶν Ἰσραήλ.
ἐκεῖ Βενιαμεὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλεί.
ἔυτειλαι, θεός, τῇ δυνάμει σου, δυνάμαοσον, ὁ θεός, τοῦτο ὁ κατηρτίσω ἡμῖν.