Psalmi

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • μακάριον τὸ ἔθνος οὗ ἐστιν Κύριος ὁ θεὸς αὐτοῦ,
  • λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
  • ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος,
  • εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
  • ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ
  • ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
  • ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν,
  • ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
  • οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν,
  • καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ·
  • ψευδὴς ἵππος εἰς σωτηρίαν,
  • ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
  • ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν,
  • τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,
  • ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν,
  • καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
  • ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ,
  • ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
  • ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν,
  • καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
  • γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν
  • ἐπὶ σέ.